- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

πεμπταῖος?

First/Second declension Adjective; Transliteration: pemptaios

Principal Part: πεμπταῖος πεμπταῖη πεμπταῖον

Structure: πεμπται (Stem) + ος (Ending)

Sense

  1. on the fifth day, on the fifth day, on the fifth day, five days

Examples

  • ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. (Lucian, Dialogi meretricii, 4:7)
  • γῆν δ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον: (Aristophanes, Birds, Agon, epirrheme14)
  • "ἡμέρᾳ τὸν Ιὄνιον ἀπὸ Βρεντεσίου περάσας εἰς Κέρκυραν κατήχθην πεμπταῖος δ ἐκεῖθεν ἐν Δελφοῖς τῷ θεῷ θύσας, ἑτέραις αὖθις αὖ πέντε τὴν δύναμιν ἐν Μακεδονίᾳ παρέλαβον, καὶ τὸν εἰωθότα συντελέσας καθαρμὸν αὐτῆς καὶ τῶν πράξεων εὐθὺς ἐναρξάμενος ἐν ἡμέραις ἄλλαις πεντεκαίδεκα τὸ κάλλιστον ἐπέθηκα τῷ πολέμῳ τέλος, ἀπιστῶν δὲ τῇ Τύχῃ διὰ τὴν εὔροιαν τῶν πραγμάτων, ὡς ἄδεια πολλὴ καὶ κίνδυνος οὐδεὶς ἦν ἀπὸ τῶν πολεμίων, μάλιστα κατὰ πλοῦν ἐδεδίειν τὴν μεταβολὴν τοῦ δαίμονος ἐπ εὐτυχίᾳ, τοσοῦτον στρατὸν νενικηκότα καὶ λάφυρα καὶ βασιλεῖς αἰχμαλώτους κομίζων, οὐ μὴν ἀλλὰ καὶ σωθεὶς πρὸς ὑμᾶς καὶ τὴν πόλιν ὁρῶν εὐφροσύνης καὶ ζήλου καὶ θυσιῶν γέμουσαν, ἔτι τὴν Τύχην δι ὑποψίας εἶχον, εἰδὼς οὐδὲν εἰλικρινὲς οὐδ ἀνεμέσητον ἀνθρώποις τῶν μεγάλων χαριζομένην. (Plutarch, Aemilius Paulus, chapter 36 3:1)
  • τὸν δ Ἀννίβαν ἐπὶ τηλικούτῳ κατορθώματι τῶν φίλων παρορμώντων ἅμ ἕπεσθαι τῇ τύχῃ καὶ συνεπεισπεσεῖν ἅμα τῇ φυγῇ τῶν πολεμίων εἰς τὴν πόλιν, πεμπταῖον γὰρ ἀπὸ τῆς νίκης ἐν Καπιτωλίῳ δειπνήσειν, οὐ ῥᾴδιον εἰπεῖν, ὅστις ἀπέτρεψε λογισμός, ἀλλὰ μᾶλλον δαίμονος ἢ θεοῦ τινος ἐμποδὼν στάντος ἐοίκεν ἔργον ἡ πρὸς τοῦτο μέλλησις αὐτοῦ καὶ δειλίασις γενέσθαι. (Plutarch, Fabius Maximus, chapter 17 1:1)
  • καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην. (Plutarch, Marcus Cato, chapter 14 4:2)
  • ὁ δὲ πεμπταῖος πάντων μὲν κάκιστος‧ καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγινόμενος κτείνει. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 207)
  • Πολλὰ δ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι‧ τὸ δέ γε μὴν κρέσσον μαρτύριον‧ οὐ γὰρ ἠδελφισμένον ἐστὶ τῷ πρήγματι, περὶ οὗ μοι ὁ πλεῖστος λόγος εἴρηται, ἀλλ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον‧ οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νουσημάτων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῬόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤῬόφεον‧ ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη‧ πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τουτέῳ τῷ χρόνῳ ἁμαρτηθέντα, ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ἐὼν τοιάδε διαιτηθείη, ἢ καὶ πεμπταῖος‧ ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας, ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον‧ οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασιν εὐήθης ἡ νοῦσος εἰή. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 11.3)

Synonyms

  1. on the fifth day

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION