- δόξαν, ὦ χρυσαλάκατοι Χάριτες, πεισίμβροτον δοίητ, ἐπεὶ Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου Ζηνὸς εὐθαλὲς πέδον ὑμνεῖν, ὅθι μηλοδαΐκταν θρέψεν ἁ λευκώλενος Ἥρα περικλειτῶν ἀέθλων πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα. (Bacchylides, , epinicians, ode 9 1:1)
(바킬리데스, , epinicians, ode 9 1:1)
- τῶν πρόσθ Ιἀπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν χάλκεον: (Hesiod, Theogony, Book Th. 70:4)
(헤시오도스, 신들의 계보, Book Th. 70:4)
- ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς μητρὸς μογερᾶς, βαῖνε πατρῴων πύργων ἐπ ἄκρας στεφάνας, ὅθι σοι πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη. (Euripides, The Trojan Women, episode, anapests1)
(에우리피데스, The Trojan Women, episode, anapests1)
- ἔλθοιμι δ ὅπου μήτε Κιθαιρὼν <ἔμ ἴδοι> μιαρὸς μήτε Κιθαιρῶν ὄσσοισιν ἐγώ, μήθ ὅθι θύρσου μνῆμ ἀνάκειται: (Euripides, episode, anapests14)
(에우리피데스, episode, anapests14)
- χοροῖς δ ἑσταίην, ὅθι καὶ παρθένος, εὐδοκίμων γάμων, παρὰ πόδ εἱλίσσουσα φίλας ματρὸς ἡλίκων θιάσους, χαρίτων εἰς ἁμίλλας, χαίτας ἁβρόπλουτον ἔριν, ὀρνυμένα, πολυποίκιλα φάρεα καὶ πλοκάμους περιβαλλομένα γένυσιν ἐσκίαζον. (Euripides, Iphigenia in Tauris, choral, antistrophe 23)
(에우리피데스, Iphigenia in Tauris, choral, antistrophe 23)