- "προιούσης δὲ ἐπὶ πολὺ τῆς συνουσίας καὶ πολλῶν ἤδη κεχωρισμένων ὑπὸ τῶν μίμων ὁ βασιλεὺς εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ εἰς τὴν γῆν ἐτίθετο ὡς εἷς ὢν δῆτα τῶν μίμων καὶ τῆς συμφωνίας προκαλουμένης ἀναπηδήσας γυμνὸς ὠρχεῖτο καὶ ὑπεκρίνετο μετὰ τῶν γελωτοποιῶν, ὥστε πάντας αἰσχυνομένους φεύγειν. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 19 3:66)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 19 3:66)
- οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι. (Plutarch, Agesilaus, chapter 21 4:4)
(플루타르코스, Agesilaus, chapter 21 4:4)
- ἐπεὶ ἄλλως γε τῶν Ἑλληνικῶν καὶ βασιλικῶν στρατευμάτων ἐκεῖνο μόνον οὐ μίμους παρακολουθοῦντας εἶχεν, οὐ θαυματοποιούς, οὐκ ὀρχηστρίδας, οὐ ψαλτρίας, ἀλλὰ πάσης ἀκολασίας καὶ βωμολοχίας καὶ πανηγυρισμοῦ καθαρὸν ἦν, τὰ μὲν πολλὰ μελετώντων τῶν νέων καὶ τῶν πρεσβυτέρων διδασκόντων, τὰς δὲ παιδιὰς, ὁπότε σχολάζοιεν, ταῖς συνήθεσιν εὐτραπελίαις καὶ τῷ λέγειν τι χαρίεν καὶ Λακωνικὸν πρὸς ἀλλήλους διατιθεμένων, ἣν δὲ ἔχει τὸ τοιοῦτον τῆς παιδιᾶς εἶδος ὠφέλειαν, ἐν τῷ Λυκούργου βίῳ γέγραπται. (Plutarch, Cleomenes, chapter 12 3:1)
(플루타르코스, Cleomenes, chapter 12 3:1)
- ᾿ ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα ὅτι δὲ ὁ μόναυλος ἦν ὁ νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων τοῦτο Θέων ὁ μόναυλος ὑπ ἠρίον ὁ γλυκὺς οἰκεῖ αὐλητής, μίμων ἡ ᾿ν θυμέλῃσι Χάρις, τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν, νήπιον ὅντ ἐκάλει Σκίρπαλον Εὐπαλάμου, ἀείδων αὐτοῦ τὰ γενέθλια: (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 78 4:2)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 78 4:2)
- ἦν δέ τις Βολούμνιος μῖμος καὶ Σακουλίων γελωτοποιὸς ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου τοῦ Βρούτου προσάγοντες οἱ φίλοι κατηγόρουν ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους. (Plutarch, Brutus, chapter 45 4:1)
(플루타르코스, Brutus, chapter 45 4:1)
- ἦν δὲ καὶ Σέργιος ὁ μῖμος τῶν μέγιστον παρ αὐτῷ δυναμένων, καὶ Κυθηρὶς ἀπὸ τῆς αὐτῆς παλαίστρας γύναιον ἀγαπώμενον, ὃ δὴ καὶ τὰς πόλεις ἐπιὼν ἐν φορείῳ περιήγετο, καὶ τὸ φορεῖον οὐκ ἐλάττους ἢ τὸ τῆς μητρὸς αὐτοῦ περιέποντες ἠκολούθουν. (Plutarch, Antony, chapter 9 4:2)
(플루타르코스, Antony, chapter 9 4:2)
- ξιρξα πορτιξυμ σταβυλι πιξτος ϝιδιμυς, ναμ ετ νευροβατεν, θυι ϝελυτ ιν ϝεντις ξοτηυρνατυς φερρετυρ, εχηιβυιτ, ετ τοιξηοβατεν, θυι περ παριετεμ υρσο ελυσο ξυξυρριτ, ετ υρσος μιμυμ αγεντες ετ ιτεμ ξεντυμ σαλπιστας υνο ξρεπιτυ ξονξινεντες ετ ξεντυμ ξεραταυλας, ξηοραυλας ξεντυμ, ετιαμ πψτηαυλας ξεντυμ, παντομιμος ετ γψμνιξος μιλλε, πεγμα πραετερεα, ξυιυς φλαμμις σξαενα ξονφλαγραϝιτ, θυαμ διοξλετιανυς ποστεα μαγνιφιξεντιορεμ ρεδδιδιτ, μιμος πραετερεα υνδιθυε αδϝοξαϝιτ. (Unknown, Scriptores Historiae Augustae, Vol 3, carus et carinus et numerianus, chapter 19 2:1)
(작자 미상, Scriptores Historiae Augustae, Vol 3, carus et carinus et numerianus, chapter 19 2:1)
- ὑπάρχων δὲ καὶ φύσει γελωτοποιὸς καὶ μῖμος οὐδ ἐν ταῖς ἐκκλησίαις ἀπείχετο τοῦ σκώπτειν τοὺς καθημένους καί τινας αὐτῶν εἰκάζειν, ὥστε τὸ πλῆθος πολλάκις εἰς γέλωτα ἐκτρέπεσθαι, καθάπερ τινὰ τῶν ἠθολόγων ἢ θαυματοποιῶν θεωροῦντας. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 63 2:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 63 2:1)
- καὶ γὰρ μῖμος εἰσάγεται, καθ ὃν σταυροῦται ληφθεὶς ἡγεμών, ὅ τε ὀρχηστὴς δρᾶμα εἰσάγει Κινύραν, ἐν ᾧ αὐτός τε ἐκτείνετο καὶ ἡ θυγάτηρ Μύρρα, αἷμά τε ἦν τεχνητὸν πολὺ καὶ περὶ τὸν σταυρωθέντα ἐκκεχυμένον καὶ τῶν περὶ τὸν Κινύραν. (Flavius Josephus, Antiquitates Judaicae, Book 19 108:2)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 19 108:2)