- ΚΑΙ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τὸν Ὀχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπ αὐτοὺς λῃστήριον, οἱ Ἄραβες καὶ οἱ Ἀλιμοζονεῖς. καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα. (Septuagint, Liber II Paralipomenon 22:1)
(70인역 성경, 역대기 하권 22:1)
- β καὶ ἀπέστειλε Κύριος ἐπ αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν Ἀμμὼν καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν. (Septuagint, Liber II Paralipomenon 36:11)
(70인역 성경, 역대기 하권 36:11)
- καὶ μὴν οὐχ ὁρῶ ὅ τι τὸ ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό, οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ ^ καὶ ἐμπορίαι καὶ δουλεῖαι· (Lucian, Contemplantes, (no name) 11:6)
(루키아노스, Contemplantes, (no name) 11:6)
- ἄγγελοι δὲ καὶ ὑπηρέται αὐτοῦ μάλα πολλοί, ὡς ὁρᾷς, ἠπίαλοι καὶ πυρετοὶ καὶ φθόαι καὶ περιπλευμονίαι καὶ ξίφη καὶ λῃστήρια καὶ κώνεια καὶ δικασταὶ καὶ τύραννοι: (Lucian, Contemplantes, (no name) 17:2)
(루키아노스, Contemplantes, (no name) 17:2)
- πρεσβευτὰς γὰρ αὐτοῦ λῃστήριον Νομαδικὸν ἐκφυγόντας ὑποδεξάμενος καὶ φιλοφρονηθείς, δῶρα καὶ πομπὴν ἀσφαλῆ παρασχὼν ἀπέστειλεν. (Plutarch, Sulla, chapter 3 1:3)
(플루타르코스, Sulla, chapter 3 1:3)
- τῶν ἑταίρων τινὲς τοῦ Τατίου λῃστήριον ἐξαγαγόντες εἰς τὴν Λαουινιατῶν χώραν χρήματά τε αὐτῶν ἡρ´πασαν πολλὰ καὶ βοσκημάτων ἀπήλασαν ἀγέλας, τῶν δ ἐπιβοηθούντων οὓς μὲν ἀπέκτειναν, οὓς δ ἐτραυμάτισαν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 51 2:1)
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 51 2:1)
- Καῖσαρ δὲ γνοὺς ἀντεπέστελλεν ἐξαιρεθῆναι τὸ λῃστήριον. (Flavius Josephus, De bello Judaico libri vii, 567:4)
(플라비우스 요세푸스, De bello Judaico libri vii, 567:4)
- φασὶ δὲ τὸν παράπλουν τοῦ Κωρύκου πάντα λῃστήριον ὑπάρξαι τῶν Κωρυκαίων καλουμένων, εὑρομένων τρόπον καινὸν τῆς ἐπιβουλῆς τῶν πλοϊζομένων: (Strabo, Geography, Book 14, chapter 1 57:3)
(스트라본, 지리학, Book 14, chapter 1 57:3)