- πῶς οὖν οὐ παναρμόνιόν τι χρῆμα ὄρχησις, θήγουσα μὲν τὴν ψυχήν, ἀσκοῦσα δὲ καὶ τὸ σῶμα, τέρπουσα δὲ τοὺς ὁρῶντας, διδάσκουσα δὲ πολλὰ τῶν πάλαι ὑπ αὐλοῖς καὶ κυμβάλοις καὶ μελῶν εὐρυθμίᾳ καὶ κηλήσει διά τε ὀφθαλμῶν καὶ ἀκοῆς · (Lucian, De saltatione, (no name) 72:1)
(루키아노스, De saltatione, (no name) 72:1)
- τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ· (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 48 1:6)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 48 1:6)
- καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόρανἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν απουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλήσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίᾳ καὶ μαθήμασιν ὑπήκοον οὐδὲ λόγῳ μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές. (Plutarch, De virtute morali, section 3 3:1)
(플루타르코스, De virtute morali, section 3 3:1)
- οὐ μὴν ἀλλὰ τότε γε τῶν Λυσιτανῶν καλούντων ἀπῆρεν ἐκ Λιβύης, καὶ τούτους συνέταττεν εὐθὺς αὐτοκράτωρ στρατηγὸς, καὶ τὴν ἐγγὺς Ἰβηρίαν ὑπήκοον ἐποιεῖτο, τῶν πλείστων ἑκουσίως προστιθεμένων, μάλιστα μὲν διὰ τὸ πρᾷον αὐτοῦ καὶ δραστήριον, ἔστι δὲ ἃ καὶ σοφιστικῶς αὐτὸς εἰς ἀπάτην καὶ κήλησιν ἐμηχανᾶτο. (Plutarch, Sertorius, chapter 11 1:1)
(플루타르코스, Sertorius, chapter 11 1:1)
- πηκτίδων ἐπιτερπέστερα φθεγγομένους οὐ γὰρ αὐλητρίδα, παρόντων ἐκείνων, ἐκπεσεῖν θαυμαστὸν ἦν, ἀλλ εἰ μὴ καὶ πότου καὶ σίτου λήθη κατελάμβανεν ὑφ ἡδονῆς καὶ κηλήσεως τὸ συμπόσιον. (Plutarch, Quaestiones Convivales, book 7, 3:1)
(플루타르코스, Quaestiones Convivales, book 7, 3:1)
- ἡδονῆς δὲ τῆ μὲν δι ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ δι ὀμμάτων γοητεία: (Plutarch, De sollertia animalium, chapter, section 3 22:1)
(플루타르코스, De sollertia animalium, chapter, section 3 22:1)
- ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα: (Plato, Euthydemus, Protagoras, Gorgias, Meno, 209:1)
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, 209:1)
- Ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ αἱρετῷ δοκοῦντι ὑπάρχειν, ὑφ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. (Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 114:4)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 114:4)
- κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι ὤτων κατακηλοῦσα: (Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 114:5)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 114:5)