- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

εὐπόλεμος?

First/Second declension Adjective; Transliteration: eupolemos

Principal Part: εὐπόλεμος εὐπόλεμον

Structure: εὐπολεμ (Stem) + ος (Ending)

Sense

  1. good at war, successful in war

Examples

  • καὶ ἐπέλεξεν Ἰούδας τὸν Εὐπόλεμον υἱὸν Ἰωάννου τοῦ Ἀκκὼς καὶ Ἰάσονα υἱὸν Ἐλεαζάρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ρώμην στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν (Septuagint, Liber Maccabees I 8:17)
  • καὶ τὰ κείμενα τοῖς Ἰουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ἰωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ρωμαίους, παρώσατο. καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν. (Septuagint, Liber Maccabees II 4:11)
  • συγγέγραπται δὲ ἄττα ὑπὲρ τούτων καὶ Εὐπολέμῳ καὶ Ἰφικράτει, οὐ τῷ Ἀθηναίων στρατηγῷ, ἀλλ᾿ ἄλλῳ τούτῳ. (Arrian, chapter 1 3:1)
  • ὁ μέντοι Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. (Flavius Josephus, Contra Apionem, 241:1)
  • οὐ πολλῷ δὲ ὕστερον εἰς τὴν Λεοντίνων στρατεύσας ὁ Τιμολέων λαμβάνει τὸν Ἱκέτην ζῶντα καὶ τὸν υἱὸν Εὐπόλεμον καὶ τὸν ἱππάρχην Εὔθυμον, ὑπὸ τῶν στρατιωτῶν συνδεθέντας καὶ κομισθέντας πρὸς αὐτόν, ὁ μὲν οὖν Ἱκέτης καὶ τὸ μειράκιον ὡς τύραννοι καὶ προδόται κολασθέντες ἀπέθνῃσκον, ὁ δ Εὔθυμος, ἀνὴρ ἀγαθὸς ὢν πρὸς τοὺς ἀγῶνας καὶ τόλμῃ διαφέρων, οὐκ ἔτυχεν οἴκτου διὰ βλασφημίαν τινὰ πρὸς τοὺς Κορινθίους κατηγορηθεῖσαν αὐτοῦ, λέγεται γὰρ ὅτι τῶν Κορινθίων ἐκστρατευσαμένων ἐπ αὐτούς δημηγορῶν ἐν τοῖς Λεοντίνοις οὐδὲν ἔφη γεγονέναι φοβερὸν οὐδὲ δεινόν, εἰ Κορίνθιαι γυναῖκες ἐξῆλθον δόμων. (Plutarch, Timoleon, chapter 32 1:1)
  • συνομόσαντες καὶ συνθήκας γράψαντες πρὸς ἀλλήλους καὶ καταθέμενοι παρὰ Μηδείῳ Ἁγνουσίῳ, Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου καὶ Γλαύκων καὶ Γλαῦκος ὁ ἡττηθεὶς τὸ πρότερον, καὶ ἕτερόν τινα τῶν ἐπιτηδείων τέταρτον προσλαβόντες Εὐπόλεμος ἦν αὐτῷ ὄνομα, οὗτοι ἅπαντες κοινῇ ἐπιβουλεύσαντες προσεκαλέσαντο τὴν γυναῖκα πρὸς τὸν ἄρχοντα εἰς διαδικασίαν τοῦ κλήρου τοῦ Ἁγνίου, φάσκοντες τὸν νόμον κελεύειν παρὰ τοῦ ἐπιδεδικασμένου καὶ ἔχοντος τὸν κλῆρον προσκαλεῖσθαι, ἐάν τις βούληται ἀμφισβητεῖν. (Demosthenes, Speeches 41-50, 9:1)
  • ἦσαν οὗτοι τρεῖς ἀδελφοί, Εὐπόλεμός τε ὁ παιδοτρίβης καὶ Ἀρίζηλος ὁ τούτου πατὴρ καὶ Ἀρίγνωτος, ὃς ἔτι καὶ νῦν ἔστι, πρεσβύτης διεφθαρμένος τοὺς ὀφθαλμούς. (Aeschines, Speeches, , section 1022)
  • τούτων πρῶτος ἐτελεύτησεν Εὐπόλεμος, ἀνεμήτου τῆς οὐσίας οὔσης, δεύτερος δ Ἀρίζηλος ὁ Τιμάρχου πατήρ: (Aeschines, Speeches, , section 1023)
  • καὶ ἄλλα γε αὖ στρατηγόν, οἱο῀ν "Ἆγις" καὶ "Πολέμαρχος" καὶ "Εὐπόλεμος" . (Plato, Cratylus, Theaetetus, Sophist, Statesman, 67:4)

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION