- ἀλλ αὕτη μὲν ἡ πολιτείᾳ, καίπερ εἰς πόλεμον αὖθις ἐμβαλοῦσα τὴν πόλιν, ἰσχυρὰν ἐποίησε καὶ φοβερὰν, τῆς Μαντινέων καὶ Ἀργείων συμμαχίας δι Ἀλκιβιάδου προσγενομένης: (Plutarch, Comparison of Alcibiades and Coriolanus, chapter 2 2:1)
(플루타르코스, Comparison of Alcibiades and Coriolanus, chapter 2 2:1)
- Ἑλλήνων κρατεῖν ἔργον ἦν, Βοιωτῶν καὶ Φωκέων καὶ Ἀθηναίων, καὶ τὸ Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς Ἠλείων ἀκοντιστὰς καὶ τὸ Μαντινέων πελταστικὸν ἢ Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι, ταῦτα μεγάλα: (Lucian, Dialogi mortuorum, 3:2)
(루키아노스, Dialogi mortuorum, 3:2)
- οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη], τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδ ἐπινοούντων βοήθειαν. (Plutarch, De gloria Atheniensium, section 2 4:1)
(플루타르코스, De gloria Atheniensium, section 2 4:1)
- τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδ ἐπινοούντων βοήθειαν. (Plutarch, De gloria Atheniensium, section 2 12:3)
(플루타르코스, De gloria Atheniensium, section 2 12:3)
- βουλόμενος δὲ τὴν παροῦσαν ἀθυμίαν καὶ κατήφειαν ἀφελεῖν τῶν νέων ἐνέβαλεν εἰς Ἀρκαδίαν, καὶ μάχην μὲν ἰσχυρῶς ἐφυλάξατο συνάψαι τοῖς ἐναντίοις, ἑλὼν δὲ πολίχνην τινὰ τῶν Μαντινέων καὶ τὴν χώραν ἐπιδραμών, ἐλαφροτέραν ἐποίησε ταῖς ἐλπίσι καὶ ἡδίω τὴν πόλιν, ὡς οὐ παντάπασιν ἀπεγνωσμένην. (Plutarch, Agesilaus, chapter 30 5:1)
(플루타르코스, Agesilaus, chapter 30 5:1)
- Θεόφιλος δ ἐν Ἐπιδαύρῳ, Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 10 4:6)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 10 4:6)
- ἐγγενόμενος δέ τις Λυκομήδης Μαντινεύς, γένει τε οὐδενὸς ἐνδεὴς χρήμασί τε προήκων καὶ ἄλλως φιλότιμος, οὗτος ἐνέπλησε φρονήματος τοὺς Ἀρκάδας, λέγων ὡς μόνοις μὲν αὐτοῖς πατρὶς Πελοπόννησος εἰή, μόνοι γὰρ αὐτόχθονες ἐν αὐτῇ οἰκοῖεν, πλεῖστον δὲ τῶν Ἑλληνικῶν φύλων τὸ Ἀρκαδικὸν εἰή καὶ σώματα ἐγκρατέστατα ἔχοι. (Xenophon, Hellenica, , chapter 1 29:1)
(크세노폰, Hellenica, , chapter 1 29:1)
- Λυκομήδης δ ὁ Μαντινεύς, στρατηγὸς ὢν τῶν Ἀρκάδων, παραλαβὼν τοὺς καλουμένους ἐπιλέκτους, ὄντας πεντακισχιλίους, ἧκεν ἐπὶ τὸν Ὀρχομενόν. (Diodorus Siculus, Library, book xv, chapter 62 3:1)
(디오도로스 시켈로스, Library, book xv, chapter 62 3:1)
- Ἀρκεσίλεως γὰρ ὁ Βάττου τε τοῦ χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ τὰ ὁ Μαντινεὺς Δημῶναξ ἔταξε, ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα. (Herodotus, The Histories, book 4, chapter 162 2:1)
(헤로도토스, The Histories, book 4, chapter 162 2:1)
- μετὰ δὲ τὸν ἀνδριάντα τοῦ Εὐθύμου Πύθαρχός τε ἕστηκε Μαντινεὺς σταδιοδρόμος καὶ πύκτης Ἠλεῖος Χαρμίδης, λαβόντες νίκας ἐπὶ παισί. (Pausanias, Description of Greece, , chapter 7 2:2)
(파우사니아스, Description of Greece, , chapter 7 2:2)