- ἡ δ εὐανδρία διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται λέγειν ἀκούειν θ ὧν μάθησιν οὐκ ἔχει. (Euripides, Suppliants, episode 1:14)
(에우리피데스, Suppliants, episode 1:14)
- ἐπαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος, καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν: (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 201)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 201)
- ἦν δὲ καὶ ναύσταθμα πολλαχόθι πειρατικὰ καὶ φρυκτώρια τετειχισμένα, καὶ στόλοι προσέπιπτον οὐ πληρωμάτων μόνον εὐανδρίαις οὐδὲ τέχναις κυβερνητῶν οὐδὲ τάχεσι νεῶν καὶ κουφότησιν ἐξησκημένοι πρὸς τὸ οἰκεῖον ἔργον, ἀλλὰ τοῦ φοβεροῦ μᾶλλον αὐτῶν τὸ ἐπίφθονον ἐλύπει καὶ ὑπερήφανον, στυλίσι χρυσαῖς καὶ παραπετάσμασιν ἁλουργοῖς καὶ πλάταις ἐπαργύροις, ὥσπερ ἐντρυφώντων τῷ κακουργεῖν καὶ καλλωπιζομένων. (Plutarch, Pompey, chapter 24 3:1)
(플루타르코스, Pompey, chapter 24 3:1)
- ὅπλα γὰρ συγγενικὰ καί τάξεις ἀδελφαὶ καί κοινὰ σημεῖα καί μιᾶς πόλεως εὐανδρία τοσαύτη καί δύναμις αὐτὴ πρὸς ἑαυτὴν συνέπιπτεν, ἐπιδεικνυμένη τὴν ἀνθρωπίνην φύσιν, ὡς ἐν πάθει γενομένη τυφλόν ἐστι καὶ μανιῶδες, ἦν μὲν γὰρ ἤδη καθ ἡσυχίαν χρῄζουσιν ἄρχειν καί ἀπολαύειν τῶν κατειργασμένων τὸ πλεῖστον καί κράτιστον ἀρετῇ γῆς καί θαλάσσης ὑπήκοον, ἦν δ ἔτι τροπαίων καί θριάμβων ἔρωτι βουλομένους χαρίζεσθαι καί διψῶντας ἐμπίπλασθαι Παρθικῶν πολέμων ἢ Γερμανικῶν. (Plutarch, Pompey, chapter 70 2:1)
(플루타르코스, Pompey, chapter 70 2:1)
- ἢ τόδε οὐκ ἐντεθύμησαι, ὡς, ὅταν γε χορὸς εἷς ἐκ τῆσδε τῆς πόλεως γίγνηται, ὥσπερ <ὁ> εἰς Δῆλον πεμπόμενος, οὐδεὶς ἄλλοθεν οὐδαμόθεν τούτῳ ἐφάμιλλος γίγνεται οὐδὲ εὐανδρία ἐν ἄλλῃ πόλει ὁμοία τῇ ἐνθάδε συνάγεται· (Xenophon, Memorabilia, , chapter 3 13:1)
(크세노폰, Memorabilia, , chapter 3 13:1)
- τρεῖς δ ὄντας <ὑμᾶς> τριπτύχοις τυραννίσι πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ: (Euripides, Heracles, episode, anapests 1:16)
(에우리피데스, Heracles, episode, anapests 1:16)
- Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ: (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 3 3:1)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 3 3:1)
- οὐ γὰρ μόνον ἐποίκους Ἀθηναίων χιλίους κομίσας ἔρρωσεν εὐανδρίᾳ τὰς πόλεις, ἀλλὰ καὶ τὸν αὐχένα διαζώσας ἐρύμασι καὶ προβλήμασιν ἐκ θαλάττης εἰς θάλατταν ἀπετείχισε τὰς καταδρομὰς τῶν Θρᾳκῶν περικεχυμένων τῇ Χερρονήσῳ, καὶ πόλεμον ἐνδελεχῆ καὶ βαρὺν ἐξέκλεισεν, ᾧ συνείχετο πάντα τὸν χρόνον ἡ χώρα βαρβαρικαῖς ἀναμεμιγμένη γειτνιάσεσι καὶ γέμουσα λῃστηρίων ὁμόρων καὶ συνοίκων: (Plutarch, , chapter 19 1:2)
(플루타르코스, , chapter 19 1:2)
- καίτοι τυγχάνω νενικηκὼς εὐανδρίᾳ καὶ λαμπάδι καὶ τραγῳδοῖς, οὐ τύπτων τοὺς ἀντιχορηγοῦντας, οὐδ αἰσχυνόμενος εἰ τῶν νόμων ἔλαττον δύναμαι. (Andocides, Speeches, 67:2)
(안도키데스, 연설, 67:2)