호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰε῟ν:? τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς· ἕτοιμ ἄγειν τὰ θύματ εἰς Αἵδου τάδε. ὦ τέκν, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. ὦ μοῖρα δυστάλαιν ἐμή τε καὶ τέκνων τῶνδ, οὓς πανύστατ ὄμμασιν προσδέρκομαι. . . . ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δ ἐθρεψάμην ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. φεῦ: ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ ἤλπισα. σοὶ μὲν γὰρ Ἄργος ἔνεμ ὁ κατθανὼν πατήρ, Εὐρυσθέως δ ἔμελλες οἰκήσειν δόμους τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο: σὺ δ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, ὡς ἐξέπειθες τὸν κατασπείραντά σε: ἐς δεξιάν τε σὴν ἀλεξητήριον ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. σοὶ δ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. τρεῖς δ ὄντας <ὑμᾶς> τριπτύχοις τυραννίσι πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ: ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην, κήδη συνάψους, ἔκ τ Ἀθηναίων χθονὸς Σπάρτης τε Θηβῶν θ, ὡς ἀνημμένοι κάλῳς πρυμνησίοισι βίον ἔχοιτ εὐδαίμονα. καὶ ταῦτα φροῦδα: μεταβαλοῦσα δ ἡ τύχη νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ ἔχειν, ἐμοὶ δὲ δάκρυα λουτρά - δύστηνος φρενῶν. πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε, Αἵδην νομίζων πενθερόν, κῆδος πατρός. ὤμοι, τίν ὑμῶν πρῶτον ἢ τίν ὕστατον πρὸς στέρνα θῶμαι· τῷ προσαρμόσω στόμα· τίνος λάβωμαι· πῶς ἂν ὡς ξουθόπτερος μέλισσα συνενέγκαιμ ἂν ἐκ πάντων γόους, ἐς ἓν δ ἐνεγκοῦς ἀθρόον ἀποδοίην δάκρυ· ὦ φίλτατ, εἴ τις φθόγγος εἰσακούεται θνητῶν παρ Αἵδῃ, σοὶ τάδ, Ἡράκλεις, λέγω: θνῄσκει πατὴρ σὸς καὶ τέκν, ὄλλυμαι δ ἐγώ, ἣ πρὶν μακαρία διὰ ς ἐκλῃζόμην βροτοῖς. ἄρηξον, ἐλθέ: καὶ σκιὰ φάνηθί μοι: ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ: κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기