호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑλόμενοι δὲ τρεῖσ ἄνδρασ ἐκ τῶν ἀρίστων θεωρούσ καὶ ναῦν μακρὰν εὐανδροῦντι πληρώματι καὶ κόσμῳ πανηγυρικῷ κατασκευάσαντεσ ἐξέπεμψαν. ἦν δ’ ἄρα καὶ χειμὼν καὶ γαλήνη θαλάσσησ ἀργαλέον, ὡσ ἐκείνοισ συνέτυχε τότε παρ’ οὐδὲν ἐλθόντασ ἀπολέσθαι διαφυγεῖν αὖθισ ἀπροσδοκήτωσ τὸν κίνδυνον. ἐπέπλευσαν γὰρ αὐτοῖσ Λιπαρέων τριήρεισ περὶ τὰσ Αἰόλου νήσουσ τοῦ πνεύματοσ ἐκλιπόντοσ ὡσ λῃσταῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기