- ἑώθεν δὲ γυμνὸς εἰς τὴν ἀγορὰν προπηδήσας, διάζωμα περὶ τὸ αἰδοῖον ἔχων, κατάχρυσον καὶ τοῦτο, καὶ τὴν ἁρ´πην ἐκείνην φέρων, σείων ἅμα τὴν κόμην ἄνετον ὥσπερ οἱ τῇ μητρὶ ἀγείροντές τε καὶ ἐνθεαζόμενοι, ἐδημηγόρει ἐπὶ βωμόν τινα ὑψηλὸν ἀναβὰς καὶ τὴν πόλιν ἐμακάριζεν αὐτίκα μάλα δεξομένην ἐναργῆ τὸν θεόν. (Lucian, Alexander, (no name) 13:3)
(루키아노스, Alexander, (no name) 13:3)
- ἐκ τούτου τόν τε Πλούταρχον ἐξέβαλεν ἐκ τῆς Ἐρετρίας, καὶ Ζάρητρα φρούριον ἑλὼν ἐπικαιρότατον, ᾗ μάλιστα συνελαύνεται τὸ πλάτος εἰς βραχὺ διάζωμα τῆς νήσου σφιγγομένης ἑκατέρωθεν ταῖς θαλάσσαις, ὅσους ἔλαβεν αἰχμαλώτους Ἕλληνας ἀφῆκε, φοβηθεὶς τοὺς ῥήτορας τῶν Ἀθηναίων, μὴ πρὸς ὀργήν τι βιάσωνται τόν δῆμον ἀγνωμονῆσαι περὶ αὐτούς: (Plutarch, chapter 13 4:1)
(플루타르코스, chapter 13 4:1)
- ἀποθανόντος δὲ τούτου Μεταγένης ὁ Ξυπέτιος τὸ διάζωμα καὶ τοὺς ἄνω κίονας ἐπέστησε: (Plutarch, , chapter 13 4:3)
(플루타르코스, , chapter 13 4:3)
- Ἢν δὲ μεῖζον ἐκπέσῃ καὶ μὴ μένῃ ἔνδον, διαζώσας ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ὄπισθεν ἐκ τοῦ διαζώματος ταινίην, ὤσας ἔσω τὸν ἀρχὸν, προσθεῖναι σπόγγον μαλθακὸν βρέξας ὕδατι θερμῷ, ἐνεψήσας λωτοῦ πρίσματα‧ καταχέαι δὲ καὶ κατὰ τοῦ ἀρχοῦ ἀπ αὐτοῦ τοῦ ὕδατος, τὸν δὲ σπόγγον ἐκπιέσαι‧ ἔπειτα ὑποτείνας τὴν ταινίην διὰ μέσων τῶν σκελέων, ἀναδῆσαι περὶ τὸν ὀμφαλόν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 9.2)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 9.2)
- ἐλειτούργει δὲ τοὺς μηροὺς μέχρις αἰδοίου διαζώματι καλύπτων λινοῦν τε ὑποδύτην ἔνδοθεν λαμβάνων καὶ ποδήρη καθύπερθεν ὑακίνθινον, ἔνδυμα στρογγύλον θυσανωτόν: (Flavius Josephus, De bello Judaico libri vii, 263:1)
(플라비우스 요세푸스, De bello Judaico libri vii, 263:1)
- βούλεται δὲ τοῦτο συνακτῆρα μὲν δηλοῦν, διάζωμα δ ἐστὶ περὶ τὰ αἰδοῖα ῥαπτὸν ἐκ βύσσου κλωστῆς εἰργασμένον ἐμβαινόντων εἰς αὐτὸ τῶν ποδῶν ὥσπερ εἰς ἀναξυρίδας, ἀποτέμνεται δὲ ὑπὲρ ἥμισυ καὶ τελευτῆσαν ἄχρι τῆς λαγόνος περὶ αὐτὴν ἀποσφίγγεται. (Flavius Josephus, Antiquitates Judaicae, Book 3 191:2)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 3 191:2)