- ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν ἐν γένει πρῶτον, ὅπερ ἄν τις πολιτικὸς ἐποίησεν ἐξαίρων τὸν λόγον τῷ ἀξιώματι, οἱο῀ν ἔννοιά ποθ ἡμῖν ἐγένετο, ὁποῖον εἶναι συμβέβηκε τὸ κατὰ τὴν τῶν καλῶν φύσιν, εἶτα οὕτως τὸ κατ εἶδος, ὅσαι δημοκρατίαι καὶ ὅσαι τυραννίδες. (Aristides, Aelius, Ars Rhetorica, , 5:2)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 5:2)
- τυραννικὰ καὶ τεθραμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐπὶ αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις. (Plutarch, chapter 13 5:1)
(플루타르코스, chapter 13 5:1)
- αἱ δὲ δημοκρατίαι πολλά τ ἄλλα καὶ καλὰ καὶ δίκαι ἔχουσιν, ὧν τὸν εὖ φρονοῦντ ἀντέχεσθαι δεῖ, καὶ τὴν παρρησίαν ἐκ τῆς ἀληθείας ἠρτημένην οὐκ ἔστι τἀληθὲς δηλοῦν ἀποτρέψαι. (Demosthenes, Speeches 51-61, 33:1)
(데모스테네스, Speeches 51-61, 33:1)
- ἐπὶ μικρὸν δὴ καὶ ἐν ταῖς τυραννίσιν αἱ φιλίαι καὶ τὸ δίκαιον, ἐν δὲ ταῖς δημοκρατίαις ἐπὶ πλεῖον: (Aristotle, Nicomachean Ethics, Book 8 120:4)
(아리스토텔레스, 니코마코스 윤리학, Book 8 120:4)
- ὁ γὰρ ἐκ πολίτιδος ἔν τισι δημοκρατίαις πολίτης ἐστίν, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ τὰ περὶ τοὺς νόθους παρὰ πολλοῖς. (Aristotle, Politics, Book 3 79:1)
(아리스토텔레스, 정치학, Book 3 79:1)
- "ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις. (Lucian, Tyrannicida, (no name) 10:13)
(루키아노스, Tyrannicida, (no name) 10:13)
- ὦ δημοκρατία ταῦτα δῆτ ἀνασχετά· (Aristophanes, Acharnians, Lyric-Scene, strophe 2 1:46)
(아리스토파네스, Acharnians, Lyric-Scene, strophe 2 1:46)
- [δη]μοκρ[ατία. (Hyperides, Speeches, 5:1)
(히페레이데스, Speeches, 5:1)
- ἐγὼ δὲ οὔτε πρότερον οὐδενὸς ἂν μνησθείην ἢ τούτου, οὔτε πλείους οἶμαι δεῖν λόγους ποιεῖσθαι περὶ ἄλλου τινὸς ἢ ὅπως ἐν δημοκρατίᾳ κύριοι οἱ νόμοι ἔσονται, καὶ αἱ εἰσαγγελίαι καὶ αἱ ἄλλαι κρίσεις κατὰ τοὺς νόμους εἰσίασιν εἰς τὸ δικαστήριον. (Hyperides, Speeches, 5:1)
(히페레이데스, Speeches, 5:1)
- ὦ δημοκρατία καὶ νόμοι, παιόμεθα ὑπὸ τοῦ καταράτου ἐν ἐλευθέρᾳ τῇ πόλει. (Lucian, Timon, (no name) 56:6)
(루키아노스, Timon, (no name) 56:6)