- καὶ οὐκ ἐπέγνω αὐτόν. ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι. καὶ εὐλόγησεν αὐτὸν (Septuagint, Liber Genesis 27:23)
(70인역 성경, 창세기 27:23)
- οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειν ἢ μεταθεῖν ἐπιδεικνύουσιν, πλήν γε δὴ εἴ τις ἐθέλοι περὶ τῆς ἰδέας αὐτῶν λέγειν, ἧς ἔμοιγε οὐ δοκεῖ ἄξιον ὅτι μὴ τοῦτο εἰπεῖν μόνον, ὡς δασεῖαι καὶ πονηραὶ ἰδεῖν, καὶ ὅσαι γενναιόταται αὐτῶν, αὗται αἱ πονηρόταται. (Arrian, Cynegeticus, chapter 3 5:2)
(아리아노스, Cynegeticus, chapter 3 5:2)
- Διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες · φαντασίαι δὲ ἐπ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής · οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 166)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 166)
- ἀνοικτὴ γὰρ αὐτοῖς αὕτη καὶ πάλιν κλειστή ἐστιν ἐντέρων δὲ οὐδὲν ὑπάρχειν ^ αὐτῇ φαίνεται, ἢ τοῦτο μόνον, ὅτι δασεῖα πᾶσα ^ ἔντοσθε καὶ λάσιός ἐστιν, ὥστε καὶ τὰ νεογνά, ἐπειδὰν ῥῖγος ἐς ταύτην ὑποδύεται. (Lucian, Verae Historiae, book 1 24:7)
(루키아노스, Verae Historiae, book 1 24:7)
- ταῦτα δὲ χρὴ ἐνθυμεῖσθαι ὡς κάλλιστα καὶ τῶν ὑδάτων πέρι ὡς ἔχουσι, καὶ πότερον ἑλώδεσι χρέονται καὶ μαλθακοῖσιν ἢ σκληροῖσί τε καὶ ἐκ μετεώρων καὶ πετρωδέων εἴτε ἁλυκοῖσι καὶ ἀτεράμνοισιν‧ καὶ τὴν γῆν, πότερον ψιλή τε καὶ ἄνυδρος ἢ δασεῖα καὶ ἔφυδρος καὶ εἴτε ἔγκοιλός ἐστι καὶ πνιγηρὴ εἴτε μετέωρος καὶ ψυχρή‧ καὶ τὴν δίαιταν τῶν ἀνθρώπων, ὁκοίῃ ἥδονται, πότερον φιλοπόται καὶ ἀριστηταὶ καὶ ἀταλαίπωροι ἢ φιλογυμνασταί τε καὶ φιλόπονοι καὶ ἐδωδοὶ καὶ ἄποτοι. (Hippocrates, Hippocrates Collected Works I, , i.5)
(히포크라테스, Hippocrates Collected Works I, , i.5)
- περὶ δὲ τῶν ἐν Φάσει‧ ἡ χώρη ἐκείνη ἑλώδης ἐστὶ καὶ θερμὴ καὶ ὑδατεινὴ καὶ δασεῖα, ὄμβροι τε αὐτόθι γίνονται πᾶσαν ὡρ´ην πολλοί τε καὶ ἰσχυροί‧ ἥ τε δίαιτα τοῖς ἀνθρώποις ἐν τοῖς ἕλεσίν ἐστιν, τά τε οἰκήματα ξύλινα καὶ καλάμινα ἐν τοῖς ὕδασι μεμηχανημένα‧ ὀλίγῃ τε χρέονται βαδίσει κατὰ τὴν πόλιν καὶ τὸ ἐμπόριον, ἀλλὰ μονοξύλοις διαπλέουσιν ἄνω καὶ κάτω‧ διώρυγες γὰρ πολλαί εἰσι. (Hippocrates, Hippocrates Collected Works I, , xv.2)
(히포크라테스, Hippocrates Collected Works I, , xv.2)
- καὶ ἀποθνήσκουσι μὲν τρισχίλιοι ἐν τῇ φυγῇ, ζῶντες δὲ ὀλίγοι καὶ τούτων ἐλήφθησαν, ὅτι ὕλη τε δασεῖα πρὸ τοῦ ποταμοῦ ἦν καὶ νὺξ ἐπιγενομένη τὴν ἀκρίβειαν τῆς διώξεως ἀφείλετο τοὺς Μακεδόνας. (Arrian, Anabasis, book 1, chapter 2 7:1)
(아리아노스, Anabasis, book 1, chapter 2 7:1)
- Ἄκρα ἦν ἀνέχουσα τῆς ὄχθης τοῦ Ὑδάσπου, ἵνα ἐπέκαμπτεν ὁ ποταμὸς λόγου ἀξίως, αὐτή τε δασεῖα ἴδῃ παντοίων δένδρων καὶ κατ᾿ αὐτὴν νῆσος ἐν τῷ ποταμῷ ὑλώδης τε καὶ ἀστιβὴς ὑπ᾿ ἐρημίας. (Arrian, Anabasis, book 5, chapter 11 1:1)
(아리아노스, Anabasis, book 5, chapter 11 1:1)