- ἡ Σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισιν φαίνουσα τοῖς κωμάζουσιν καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν. (Lucian, Bis accusatus sive tribunalia, (no name) 1:4)
(루키아노스, Bis accusatus sive tribunalia, (no name) 1:4)
- ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος. (Lucian, De mercede, (no name) 26:1)
(루키아노스, De mercede, (no name) 26:1)
- σὺ δὲ δεῦρ ἡ κιθαρῳδὸς ἔξιθι, πολλάκις ἀναστήσασά μ εἰς ἐκκλησίαν ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον. (Aristophanes, Ecclesiazusae, Episode4)
(아리스토파네스, Ecclesiazusae, Episode4)
- ἐπεὶ δὲ ἐκιθάρισα καὶ ἀωρὶ ἦν καὶ ἔδει καθεύδειν, αἱ δὲ ἐμέθυον, Ἄγε δή, ἔφη, ὦ Λέαινα, ἡ Μέγιλλα, 16%2 κοιμᾶσθαι γὰρ ἤδη καλόν, ἐνταῦθα κάθευδε μεθ᾿ ἡμῶν μέση ἀμφοτέρων. (Lucian, Dialogi meretricii, 2:6)
(루키아노스, Dialogi meretricii, 2:6)
- ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ᾿ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ. (Lucian, Dialogi meretricii, 2:13)
(루키아노스, Dialogi meretricii, 2:13)