ἄθροισμα?
Third declension Noun; Neuter
자동번역
Transliteration: athroisma
Principal Part:
ἄθροισμα
Structure:
ἀθροισματ
(Stem)
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ ἤκουσε Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ᾿ αὐτοῦ ἐκπορευομένων εἰς πόλεμον, (Septuagint, Liber Maccabees I 3:13)
- "ἀλλ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον, εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην, καθ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα ταῖς οὐσίαις ἐστίν, ὡς λέγουσι καὶ τὰς ἀτόμους ἀπαθείᾳ καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γιγνόμενα καὶ ἀπολλύμεν εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιέχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἅτε δὴ καὶ τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆξαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυναμένων ὥσπερ αὐτοὶ λέγουσιν: (Plutarch, Adversus Colotem, section 161)
- οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γιγνομένων, ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον: (Plutarch, De E apud Delphos, section 203)
- "ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται δι ὑγρότητα τοῦ φύλλου τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσι. (Plutarch, Quaestiones Convivales, book 3, 6:11)
- Ὕστερον δ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὸς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. (Diogenes Laertius, Lives of Eminent Philosophers, h, Kef. b'. EMPEDOKLHS 16:1)