호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτουσ αὖ τοιαῦτα λέγων ἔσχε τοῦ ἐκπεπλῆχθαι. ὁ δὲ Φαρνάβαζοσ ἐπεὶ ηὑρ͂ε τήν τε Ἄβυδον καὶ τὸν Σηστὸν οὕτωσ ἔχοντα, προηγόρευεν αὐτοῖσ ὡσ εἰ μὴ ἐκπέμψοιεν τοὺσ Λακεδαιμονίουσ, πόλεμον ἐξοίσει πρὸσ αὐτούσ. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, Κόνωνι μὲν προσέταξε κωλύειν αὐτοὺσ τὴν θάλατταν πλεῖν, αὐτὸσ δὲ ἐδῄου τὴν τῶν Ἀβυδηνῶν χώραν. ἐπεὶ δὲ οὐδὲν ἐπέραινε πρὸσ τὸ καταστρέφεσθαι, αὐτὸσ μὲν ἐπ’ οἴκου ἀπῆλθε, τὸν δὲ Κόνωνα ἐκέλευεν εὐτρεπίζεσθαι τὰσ καθ’ Ἑλλήσποντον πόλεισ, ὅπωσ εἰσ τὸ ἐάρ ὅτι πλεῖστον ναυτικὸν ἁθροισθείη. ὀργιζόμενοσ γὰρ τοῖσ Λακεδαιμονίοισ ἀνθ’ ὧν ἐπεπόνθει περὶ παντὸσ ἐποιεῖτο ἐλθεῖν τε εἰσ τὴν χώραν αὐτῶν καὶ τιμωρήσασθαι ὅ τι δύναιτο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기