- καὶ ἤκουσε Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ᾿ αὐτοῦ ἐκπορευομένων εἰς πόλεμον, (Septuagint, Liber Maccabees I 3:13)
(70인역 성경, Liber Maccabees I 3:13)
- "ἔνεισι γὰρ καὶ τοιαῦται ἐν τῷ τοιούτῳ ἀθροίσματι φύσεις, ἐξ ὧν ἂν ψυχρὸν συσταίη, εἰς δέον τε ἑτέραις παραζυγεῖσαι ψυχρασίας φύσιν ἀποτελέσειαν ὅθεν ἐξαπατώμενοι οἱ μὲν ψυκτικὸν τὸ καθόλου φασὶν εἶναι τὸν οἶνον οἱ δὲ θερμαντικόν ὁ δὴ λέγων ἐξηπατῆσθαι τοὺς πολλούς, τὸ θερμαῖνον θερμαντικὸν ἢ τὸ ψῦχον ψυκτικὸν ὑπολαμβάνοντας, εἰ μὴ νομίζοι τὸ μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον ἕκαστον ἀκολουθεῖν οἷς εἴρηκεν, αὐτὸς ἐξηπάτηται. (Plutarch, Adversus Colotem, section 63)
(플루타르코스, Adversus Colotem, section 63)
- "ἀλλ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον, εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην, καθ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα ταῖς οὐσίαις ἐστίν, ὡς λέγουσι καὶ τὰς ἀτόμους ἀπαθείᾳ καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γιγνόμενα καὶ ἀπολλύμεν εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιέχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἅτε δὴ καὶ τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆξαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυναμένων ὥσπερ αὐτοὶ λέγουσιν: (Plutarch, Adversus Colotem, section 161)
(플루타르코스, Adversus Colotem, section 161)
- οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γιγνομένων, ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον: (Plutarch, De E apud Delphos, section 203)
(플루타르코스, De E apud Delphos, section 203)
- τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, εἶτα ταῦτα κατ εἶδος ἐμέρισεν ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δ ἑαυτοὺς ἄχθεσθαι. (Aristides, Aelius, Ars Rhetorica, , 2:4)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 2:4)
- "ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται δι ὑγρότητα τοῦ φύλλου τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσι. (Plutarch, Quaestiones Convivales, book 3, 6:11)
(플루타르코스, Quaestiones Convivales, book 3, 6:11)
- Ὕστερον δ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὸς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. (Diogenes Laertius, Lives of Eminent Philosophers, h, Kef. b'. EMPEDOKLHS 16:1)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, h, Kef. b'. EMPEDOKLHS 16:1)