- κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμφυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα. (Septuagint, Liber Sapientiae 12:10)
(70인역 성경, 지혜서 12:10)
- τοῦτο καὶ τῷ βραδυτάτῳ Ῥωμαίων νοῆσαι παρέστησεν ὡς ἀλλαγὴ τὸ χρῆμα τυραννίδος, οὐκ ἀπαλλαγὴ γέγονε. (Plutarch, Sulla, chapter 30 4:1)
(플루타르코스, Sulla, chapter 30 4:1)
- ἢν μὲν ἐν τοῖσι ὑποχονδρίοισι μίμνῃ ἡ αἰτίη, ἀμφὶ τὰς φρένας εἱλέεται, καὶ διεξίει χολὴ ἄνωθεν, ἢ κάτωθεν μελαγχο λῶσιν· ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην ἄγῃ, καὶ ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα καὶ ἡδονὴν ἐς τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται αὔξῃ τῆς νούσου μᾶλλον ἢ ἀλλαγῇ πάθεος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 42)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 42)
- ἢν δὲ καὶ ὑπ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἰῄ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε · ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι · ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 146)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., , 146)
- ὦ μακάριε Σιμμία, μὴ γὰρ οὐχ αὕτη ᾖ ἡ ὀρθὴ πρὸς ἀρετὴν ἀλλαγή, ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας πρὸς λύπας καὶ φόβον πρὸς φόβον καταλλάττεσθαι, καὶ μείζω πρὸς ἐλάττω ὥσπερ νομίσματα, ἀλλ ᾖ ἐκεῖνο μόνον τὸ νόμισμα ὀρθόν, ἀντὶ οὗ δεῖ πάντα ταῦτα καταλλάττεσθαι, φρόνησις, καὶ τούτου μὲν πάντα καὶ μετὰ τούτου ὠνούμενά τε καὶ πιπρασκόμενα τῷ ὄντι ᾖ καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην ἀληθὴς ἀρετή, μετὰ φρονήσεως, καὶ προσγιγνομένων καὶ ἀπογιγνομένων καὶ ἡδονῶν καὶ φόβων καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων: (Plato, Euthyphro, Apology, Crito, Phaedo, 171:1)
(플라톤, Euthyphro, Apology, Crito, Phaedo, 171:1)
- ἀλλαγῇ] γὰρ δύο γραμμάτων κάρδος καὶ κάκτος ταὐτὸν ἂν εἰή. (Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 83 2:1)
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 83 2:1)