ἄλευρον?
Second declension Noun; Neuter
자동번역
Transliteration: aleuron
Principal Part:
ἄλευρον
ἀλεύρου
Structure:
ἀλευρ
(Stem)
+
ον
(Ending)
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεεῖ ἐπ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ αὐτὸ λίβανον. ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν. (Septuagint, Liber Numeri 5:15)
- καὶ Γεδεὼν εἰσῆλθε καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισε. (Septuagint, Liber Iudicum 6:19)
- ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν (Septuagint, Liber II Samuelis 17:28)
- καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἡμέρᾳ μιᾷ. τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου. (Septuagint, Liber I Regum 5:2)
- καὶ εἶπεν ἡ γυνή. ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ. καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. (Septuagint, Liber I Regum 17:12)
- καὶ εἶπε. λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα. καὶ εἶπεν Ἑλισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον. ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν. καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ρῆμα πονηρὸν ἐν τῷ λέβητι. (Septuagint, Liber II Regum 4:41)
- ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. (Septuagint, Prophetia Osee 8:7)
- λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. (Septuagint, Liber Isaiae 47:2)
Synonyms
-
wheat flour
-
meal