- ἐτόλμησε δέ ποτε καὶ Ἀθηναίους ἐρωτῆσαι δημοσίᾳ τῆς προρρήσεως ἀκούσας, διὰ τίνα αἰτίαν ἀποκλείουσι τοὺς βαρβάρους, καὶ ταῦτα τοῦ τὴν τελετὴν αὐτοῖς καταστησαμένου Εὐμόλπου βαρβάρου καὶ Θρᾳκὸς ὄντος. (Lucian, (no name) 34:1)
(루키아노스, (no name) 34:1)
- καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσεν. (Arrian, Periplus Ponti Euxini, chapter 25 2:1)
(아리아노스, Periplus Ponti Euxini, chapter 25 2:1)
- τὸ γὰρ τῆς τε ἁρμονίας τὸ ἀκριβέστατον διαφυλάττειν, ὡς μὴ παραβαίνειν τι τοῦ ῥυθμοῦ, ἀλλ εὐκαίρῳ τῇ ἄρσει καὶ θέσει διαμεμετρῆσθαι τὸ ᾆσμα καὶ συνῳδὸν εἶναι τὴν κιθάραν καὶ ὁμοχρονεῖν τῇ γλώττῃ τὸ πλῆκτρον, καὶ τὸ εὐαφὲς τῶν δακτύλων καὶ τὸ εὐκαμπὲς τῶν μελῶν, πόθεν ἂν ταῦτα ὑπῆρχε τῷ Θρᾳκὶ ἐκείνῳ καὶ τῷ ἀνὰ τὸν Κιθαιρῶνα μεταξὺ βουκολοῦντι καὶ κιθαρίζειν μελετῶντι· (Lucian, Imagines, (no name) 14:2)
(루키아노스, Imagines, (no name) 14:2)
- Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα εἰς τοὺς στρατιώτας συναγαγεῖν: (Aristotle, Economics, Book 2 99:1)
(아리스토텔레스, 경제학, Book 2 99:1)
- ἕτερος δ <αὖ> Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς, ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν. (Aristophanes, Lysistrata, Agon, antepirrheme10)
(아리스토파네스, Lysistrata, Agon, antepirrheme10)
- ὁ μὲν γὰρ ἐπήλαυνεν εἰκοσάπηχύν τινα προβεβλημένος κοντόν, ὁ Θρᾷξ δὲ ἐπειδὴ τῇ πέλτῃ ἀπεκρούσατο τὴν προσβολὴν καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή, ἐς τὸ γόνυ ὀκλάσας δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν καὶ τιτρώσκει τὸν ἵππον ὑπὸ τὸ στέρνον ὑπὸ θυμοῦ καὶ σφοδρότητος διαπείραντα ἑαυτόν: (Lucian, Dialogi mortuorum, 8:3)
(루키아노스, Dialogi mortuorum, 8:3)
- "ἐπεὶ δὲ προὐχώρει ὁ πότος, εἰσῆλθεν ἀνὴρ Θρᾷξ ἵππον ἔχων λευκὸν καὶ λαβὼν κέρας μεστὸν προπίνω σοι, ὦ Σεύθη, ἔφη, καὶ τὸν ἵππον δωροῦμαι, ἐφ οὗ καὶ διώκων ὃν ἂν θέλῃς αἱρήσεις καὶ ἀποχωρῶν οὐ μὴ δείσῃς τὸν πολέμιον. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 35 1:13)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 35 1:13)
- "καὶ Σπάρτακος δὲ ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθ ἑκάστην ἡμέραν συρρεόντων ὡς αὐτὸν καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς ὁ κατὰ τὴν Σικελίαν Εὔνους. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 1048)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 1048)