Ἀσιανός?
2군 변화 명사; 남성
로마알파벳 전사: Asianos
고전 발음: [아시아노스]
신약 발음: [아시아노스]
기본형:
Ἀσιανός
Ἀσιανοῦ
형태분석:
Ἀσιαν
(어간)
+
ος
(어미)
뜻
- an inhabitant of Anatolia; an Anatolian
곡용 정보
2군 변화
위에 제시된 변화형은 규칙에 따라 생성된 것이며 일부 형태는 실제 사용여부가 입증되지 않았으니, 참고용으로만 사용하시길 바랍니다.
현재 일부 변화형의 강세가 잘못 표기되는 오류가 있어 수정 중에 있으니 유의하시길 바랍니다.
- ἔξω γὰρ ὀλίγων τινῶν Ἀσιανῶν πόλεων, αἷς δι ἀμαθίαν βραδεῖά ἐστιν ἡ τῶν καλῶν μάθησις, αἱ λοιπαὶ πέπαυνται τοὺς φορτικοὺς καὶ ψυχροὺς καὶ ἀναισθήτους ἀγαπῶσαι λόγους, τῶν μὲν πρότερον μέγα ἐπ αὐτοῖς φρονούντων αἰδουμένων ἤδη καὶ κατὰ μικρὸν ἀπαυτομολούντων πρὸς τοὺς ἑτέρους, εἰ μή τινες παντάπασιν ἀνιάτως ἔχουσι, τῶν δὲ νεωστὶ τοῦ μαθήματος ἁπτομένων εἰς καταφρόνησιν ἀγόντων τοὺς λόγους καὶ γέλωτα ποιουμένων τὴν ἐπ αὐτοῖς σπουδήν. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 2 1:1)
(디오니시오스, De antiquis oratoribus, chapter 2 1:1)
- ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον, %2%2 τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου. (Arrian, Indica, chapter 21 2:2)
(아리아노스, Indica, chapter 21 2:2)
- ἐπεὶ δ αὐτῷ Σύλλας τε προσηγγέλθη τεθνηκώς, καὶ τὸ σῶμα τοῖς γυμνασίοις ἀναρρωννύμενον εἰς ἕξιν ἐβάδιζε νεανικήν, ἥ τε φωνὴ λαμβάνουσα πλάσιν ἡδεῖα μὲν πρὸς ἀκοὴν ἐτέθραπτο, μετρίως δὲ πρὸς τὴν ἕξιν ἡρ´μοστο τοῦ σώματος, πολλὰ μὲν τῶν ἀπὸ Ῥώμης φίλων γραφόντων καὶ δεομένων, πολλὰ δ Ἀντιόχου παρακελευομένου τοῖς κοινοῖς ἐπιβαλεῖν πράγμασιν, αὖθις ὥσπερ ὄργανον ἐξηρτύετο τὸν ῥητορικὸν λόγον καὶ ἀνεκίνει τὴν πολιτικὴν δύναμιν, αὑτόν τε ταῖς μελέταις διαπονῶν καὶ τοὺς ἐπαινουμένους μετιὼν ῥήτορας, ὅθεν εἰς Ἀσίαν καὶ Ῥόδον ἔπλευσε, καὶ τῶν μὲν Ἀσιανῶν ῥητόρων Ξενοκλεῖ τῷ Ἀδραμυττηνῷ καὶ Διονυσίῳ τῷ Μάγνητι καὶ Μενίππῳ τῷ Καρὶ συνεσχόλασεν, ἐν δὲ Ῥόδῳ ῥήτορι μὲν Ἀπολλωνίῳ τῷ Μόλωνος, φιλοσόφῳ δὲ Ποσειδωνίῳ. (Plutarch, Cicero, chapter 4 3:1)
(플루타르코스, Cicero, chapter 4 3:1)
- "περὶ ἃ σπουδάζουσιν Πέρσαι καὶ Μῆδοι καὶ πάντες Ἀσιανοὶ πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 45 1:4)
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 45 1:4)
- ἐχρῆτο δὲ τῷ καλουμένῳ μὲν Ἀσιανῷ ζήλῳ τῶν λόγων, ἀνθοῦντι μάλιστα κατ ἐκεῖνον τὸν χρόνον, ἔχοντι δὲ πολλὴν ὁμοιότητα πρὸς τὸν βίον αὐτοῦ, κομπώδη καὶ φρυαγματίαν ὄντα καὶ κενοῦ γαυριάματος καὶ φιλοτιμίας ἀνωμάλου μεστόν. (Plutarch, Antony, chapter 2 5:1)
(플루타르코스, Antony, chapter 2 5:1)