- τῶν δ ἐλύμων αὐλῶν μνημονεύει καὶ Καλλίας ἐν Πεδήταις. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 79 1:1)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 79 1:1)
- γινώσκειν δὲ βούλομαί σε, ἀνδρῶν λῷστε Οὐλπιανέ, ὅτι Ἀλεξανδρέων μουσικώτεροι ἄλλοι γενέσθαι οὐχ ἱστόρηνται, καὶ οὐ λέγω περὶ κιθαρῳδίαν μόνην, ἧς καὶ ὁ εὐτελέστατος παρ ἡμῖν ἰδιώτης προσέτι τε καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ παρὰ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι οὐ μόνον τοὺς παρθενίους καλουμένους καὶ παιδικούς, ἀλλὰ καὶ τοὺς ἀνδρείους, οἵτινες καλοῦνται τέλειοί τε καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους δὲ καὶ τοὺς δακτυλικούς, τοὺς γὰρ ἐλύμους αὐλούς, ὧν μνημονεύει Σοφοκλῆς ἐν Νιόβῃ τε κἀν Τυμπανισταῖς, οὐκ ἄλλους τινὰς εἶναι ἀκούομεν ἢ τοὺς Φρυγίους, ὧν καὶ αὐτῶν ἐμπείρως ἔχουσιν Ἀλεξανδρεῖς. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 791)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 791)
- "Δοῦρις δ ἐν τῷ περὶ Τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος, Ἀπολλόδωρος δ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους Ἐπιστολὴν Ἀντιγραφῇ ὃ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτ εἶναι μάγαδιν, ὁ δὲ κλεψίαμβος κληθείς, ἔτι δ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκεν. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 39 1:7)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 39 1:7)
- ἀπὸ Ῥηγίου δὲ εἷς ἀπορρήγνυσι ταῦρος, καὶ ταχέως εἰς τὴν θάλασσαν ἐμπεσὼν καὶ διανηξάμενος <εἰς> Σικελίαν, καὶ τὴν πλησίον χώραν διελθὼν τὴν ἀπ ἐκείνου κληθεῖσαν Ἰταλίαν Τυρρηνοὶ γὰρ ἰταλὸν τὸν ταῦρον ἐκάλεσαν, ἦλθεν εἰς πεδίον Ἔρυκος, ὃς ἐβασίλευεν Ἐλύμων. (Apollodorus, Library and Epitome, book 2, chapter 5 10:15)
(아폴로도로스, Library and Epitome, book 2, chapter 5 10:15)
- τὸν μὲν πρότερον Ἐλύμων, οὕς φησιν ὑπ Οἰνώτρων ἐξαναστῆναι, τὸν δὲ μετὰ τοῦτον ἔτει πέμπτῳ γενόμενον Αὐσόνων Ιἄπυγας φευγόντων: (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 22 5:2)
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 22 5:2)
- προεῖχε γὰρ κατὰ τὴν ἀξίωσιν Ἔλυμος ἀπὸ τοῦ βασιλικοῦ γένους ὢν, ἀφ οὗ τὴν κλῆσιν οἱ σύμπαντες ἔλαβον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 53 1:3)
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 53 1:3)
- Ἔλυμος μὲν γὰρ Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν: (Flavius Josephus, Antiquitates Judaicae, Book 1 178:2)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 1 178:2)