- Σὺ μέν, ὦ Κράτης καὶ Ἀντίσθενες, τοιούτων ἐτύχετε τῶν ξυνοδοιπόρων, ἐμοὶ δὲ Βλεψίας τε ὁ δανειστικὸς ὁ ἐκ Πίσης καὶ Λάμπις ὁ Ἀκαρνὰν ξεναγὸς ὢν καὶ Δᾶμις ὁ πλούσιος ὁ ἐκ Κορίνθου συγκατῄεσαν, ὁ μὲν Δᾶμις ὑπὸ τοῦ παιδὸς ἐκ φαρμάκων ἀποθανών, ὁ δὲ Λάμπις δἰ ἔρωτα Μυρτίου τῆς ἑταίρας ἀποσφάξας ἑαυτόν, ὁ δὲ Βλεψίας λιμῷ ὁ ἄθλιος ἐλέγετο ἀπεσκληκέναι καὶ ἐδήλου δέ γε ὠχρὸς ἐς ὑπερβολὴν καὶ λεπτος ἐς τὸ ἀκριβέστατον φαινόμενος. (Lucian, Dialogi mortuorum, 12:1)
(루키아노스, Dialogi mortuorum, 12:1)
- σὺ δέ, ὦ Ἀκαρνάν, - ἔστενε γὰρ κἀκεῖνος καὶ κατηρᾶτο τῇ Μυρτίῳ - τί αἰτιᾷ τὸν Ἔρωτα, σεαυτὸν δέον, ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας, ἀλλὰ φιλοκινδύνως ἠγωνίζου πρὸ τῶν ἄλλων, ὑπὸ δὲ τοῦ τυχόντος παιδισκαρίου καὶ δακρύων ἐπιπλάστων καὶ στεναγμῶν ἑάλως ὁ γενναῖος. (Lucian, Dialogi mortuorum, 13:3)
(루키아노스, Dialogi mortuorum, 13:3)
- ὁ δὲ καλούμενος ἀκαρνὰν γλυκύς ἐστι καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 532)
(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 532)
- "Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης: (Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 68 1:2)
(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 68 1:2)
- τοῦ γὰρ Ἀντιγόνου τοὺς Ἰλλυριοὺς καὶ τοὺς Ἀκαρνᾶνας ἐκπεριελθεῖν κρύφα κελεύσαντος καὶ κυκλώσασθαι θάτερον κέρας, ἐφ οὗ τεταγμένος ἦν Εὐκλείδας ὁ τοῦ Κλεομένους ἀδελφός, εἶτα τὴν ἄλλην ἐπὶ μάχῃ δύναμιν ἐκτάττοντος, ἀπὸ σκοπῆς θεωρῶν ὁ Κλεομένης, ὡς οὐδαμοῦ τὰ ὅπλα τῶν Ἰλλυριῶν καὶ τῶν Ἀκαρνάνων κατεῖδεν, ἐφοβήθη μὴ πρός τι τοιοῦτον αὐτοῖς ὁ Ἀντίγονος κέχρηται. (Plutarch, Cleomenes, chapter 28 2:1)
(플루타르코스, Cleomenes, chapter 28 2:1)
- ὁ δὲ τὸ σχῆμα τοῦ παιδαγωγοῦ καὶ τὴν προσηγορίαν ὑποποιούμενος ἦν Λυσίμαχος, τῷ γένει Ἀκαρνάν, ἄλλο μὲν οὐδὲν ἔχων ἀστεῖον, ὅτι δ ἑαυτὸν μὲν ὠνόμαζε Φοίνικα, τὸν δὲ Ἀλέξανδρον Ἀχιλλέα, Πηλέα δὲ τὸν Φίλιππον, ἠγαπᾶτο καὶ δευτέραν εἶχε χώραν. (Plutarch, Alexander, chapter 5 5:1)
(플루타르코스, Alexander, chapter 5 5:1)