Κάρ?
Third declension Noun; Masculine
Transliteration: Kar
Principal Part:
Κάρ
Καρός
Structure:
Καρ
(Stem)
Sense
- an inhabitant of Caria; a Carian
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐπεὶ δ αὐτῷ Σύλλας τε προσηγγέλθη τεθνηκώς, καὶ τὸ σῶμα τοῖς γυμνασίοις ἀναρρωννύμενον εἰς ἕξιν ἐβάδιζε νεανικήν, ἥ τε φωνὴ λαμβάνουσα πλάσιν ἡδεῖα μὲν πρὸς ἀκοὴν ἐτέθραπτο, μετρίως δὲ πρὸς τὴν ἕξιν ἡρ´μοστο τοῦ σώματος, πολλὰ μὲν τῶν ἀπὸ Ῥώμης φίλων γραφόντων καὶ δεομένων, πολλὰ δ Ἀντιόχου παρακελευομένου τοῖς κοινοῖς ἐπιβαλεῖν πράγμασιν, αὖθις ὥσπερ ὄργανον ἐξηρτύετο τὸν ῥητορικὸν λόγον καὶ ἀνεκίνει τὴν πολιτικὴν δύναμιν, αὑτόν τε ταῖς μελέταις διαπονῶν καὶ τοὺς ἐπαινουμένους μετιὼν ῥήτορας, ὅθεν εἰς Ἀσίαν καὶ Ῥόδον ἔπλευσε, καὶ τῶν μὲν Ἀσιανῶν ῥητόρων Ξενοκλεῖ τῷ Ἀδραμυττηνῷ καὶ Διονυσίῳ τῷ Μάγνητι καὶ Μενίππῳ τῷ Καρὶ συνεσχόλασεν, ἐν δὲ Ῥόδῳ ῥήτορι μὲν Ἀπολλωνίῳ τῷ Μόλωνος, φιλοσόφῳ δὲ Ποσειδωνίῳ. (Plutarch, Cicero, chapter 4 3:1)
- ψυχὰς ἔχοντες κυμάτων ἐν ἀγκάλαις [σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῷ Καρὶ ὑμῖν ὁ κίνδυνος κινδυνεύηται, ἀλλ ἐν τοῖς ὑέσιͺ: (Unknown, Elegy and Iambus, Volume II, , 17)
- εἰ γὰρ νῦν πρῶτον ἄρξεσθε παιδεύειν, σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῷ Καρὶ ὑμῖν ὁ κίνδυνος κινδυνεύηται, ἀλλ ἐν τοῖς ὑέσι τε καὶ ἐν τοῖς τῶν φίλων παισί, καὶ ἀτεχνῶς τὸ λεγόμενον κατὰ τὴν παροιμίαν ὑμῖν συμβαίνῃ ἐν πίθῳ ἡ κεραμεία γιγνομένη. (Plato, Alcibiades 1, Alcibiades 2, Hipparchus, Lovers, Theages, Charmides, Laches, Lysis, 53:2)
- εἰ δὲ ὑμεῖς οἱ νέοι φοβεῖσθε, ὥσπερ ἐν Καρὶ ἐν ἐμοὶ ἔστω ὁ κίνδυνος: (Plato, Euthydemus, Protagoras, Gorgias, Meno, 131:4)
- ἐξ ἐνυπνίου τινὸς ἀπειχόμην ᾠῶν πολὺν ἡδο παρὰ τοῦτο ποιούμενος, ἐν καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης: (Plutarch, Quaestiones Convivales, book 2, 1:1)