호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐβουλόμην δ’ ἂν μάλιστα μήτ’ ἐμαυτῷ συμβῆναι μήτε τῷ συνάρχοντί μου ταῦτα, ἐφ’ οἷσ ἅπαντεσ ἡμῖν συμπαθεῖτε. ἐπειδὴ δὲ τὰ μὲν καθ’ ἡμᾶσ τέλοσ ἔχει, τὰ δὲ λοιπὰ ἔξεστιν ἐπανορθώσασθαι καὶ τοῦ μὴ παθεῖν ταὐτὰ ἑτέρουσ προϊδέσθαι, καὶ κοινῇ καὶ καθ’ ἕνα ἕκαστον ἰδίᾳ τὰ παρόντα εὖ τίθεσθαι παρακαλῶ. κράτιστα γὰρ οἰκεῖται πόλισ ἡ πρὸσ τὰ πράγματα μεθαρμοττομένη, καὶ συμβούλων ἄριστοσ ὁ μὴ πρὸσ τὴν ἰδίαν ἔχθραν ἢ χάριν, ἀλλὰ πρὸσ τὸ κοινῇ συμφέρον ἀποδεικνύμενοσ γνώμην· βουλεύονταί τ’ ἄριστα περὶ τῶν μελλόντων οἱ παραδείγματα ποιούμενοι τὰ γεγονότα τῶν ἐσομένων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기