호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐτάχθησαν δὲ καὶ ἐπὶ τοῖσ ἄλλοισ ἐρύμασιν ἡγεμόνεσ ὅσα τῆσ πόλεωσ ἐντὸσ ἦν καθέξοντεσ, καὶ κατὰ τὰσ ἐπὶ τὸ Καπιτώλιον ἀγούσασ ὁδοὺσ ἕτεροι κωλύσεωσ ἕνεκεν τῶν ἀποστησομένων πρὸσ τοὺσ πολεμίουσ δούλων τε καὶ ἀπόρων, οὓσ παντὸσ μάλιστα ἐφοβοῦντο. ἐπικουρικὸν δὲ αὐτοῖσ οὐδὲν ἔφθασε παρὰ τῶν συμμάχων ἀφικόμενον, ὅτι μὴ παρὰ Τυσκλάνων μόνον ἐν μιᾷ νυκτὶ ἀκουσάντων τε καὶ παρασκευασαμένων, οὓσ ἦγε Λεύκιοσ Μαμίλιοσ, ἀνὴρ δραστήριοσ, ἔχων τὴν μεγίστην ἐν τῇ πόλει τότε ἀρχήν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기