호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ’ ἐστίν, ὦ βουλή, μηνύματα οὐ κατὰ τούτων συνωμοσίασ, ἀλλὰ καθ’ ὑμῶν δόλου καὶ πονηρᾶσ γνώμησ, ᾗ κέχρηνται κρύψαντεσ οὗτοι· τὰ γὰρ πράγματα αὐτὰ βοᾷ. αἴτιοι δ’ ὑμεῖσ οἱ τὰ πρῶτα ἐπιτρέψαντεσ αὐτοῖσ καὶ τὸ ἀνόητον τῆσ ἀρχῆσ μεγάλῃ καθοπλίσαντεσ ἐξουσίᾳ, ὅτε Κοίντιον Καίσωνα τῷ παρελθόντι ἐνιαυτῷ κρίνειν ἐπ’ αἰτίαισ ψευδέσιν εἰάσατε, καὶ τοσοῦτον φύλακα τῆσ ἀριστοκρατίασ ἀναρπαζόμενον ὑπ’ αὐτῶν περιείδετε. τοιγαροῦν οὐκέτι μετριάζουσιν οὐδὲ καθ’ ἕνα τῶν εὐγενῶν περικόπτουσιν, ἀλλ’ ἀθρόουσ ἤδη περιβαλόντεσ τοὺσ ἀγαθοὺσ ἐλαύνουσιν ἐκ τῆσ πόλεωσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기