호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτά τε δὴ τοῖσ δημάρχοισ ἔλεγον οἱ πρεσβύτεροι καὶ οἱ νέοι αὐτῶν καθ’ ἑταιρίασ διεξιόντεσ ἀνὰ τὴν πόλιν καὶ τοὺσ μὲν ἐπιεικεστέρουσ τῶν δημοτῶν ὁμιλίαισ ἀνελάμβανον κεχαρισμέναισ, τοὺσ δ’ ἀπειθεῖσ καὶ ταραχώδεισ ἀπειλαῖσ κατεπλήττοντο κινδύνων, εἰ μὴ συμφρονήσειαν· ἤδη δέ τινασ τῶν πάνυ ἀπόρων καὶ ἀπερριμμένων, οἷσ οὐθενὸσ τῶν κοινῶν παρὰ τὰ ἴδια κέρδη φροντὶσ ἦν, παίοντεσ ὥσπερ ἀνδράποδα ἀνεῖργον ἐκ τῆσ ἀγορᾶσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기