호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δὲ Πομπήιοσ ἐκ Λαρίσσησ ὁμοίῳ δρόμῳ μέχρι θαλάσσησ ἐπειχθεὶσ σκάφουσ ἐπέβη σμικροῦ καὶ νεὼσ παραπλεούσησ ἐπιτυχὼν ἐσ Μιτυλήνην διέπλευσεν· ὅθεν τὴν γυναῖκα Κορνηλίαν ἀναλαβὼν καὶ τριήρων τεσσάρων ἐπιβάσ, αἳ αὐτῷ παρά τε Ῥοδίων καὶ Τυρίων ἀφίκοντο, Κερκύρασ μὲν καὶ τότε καὶ Λιβύησ ὑπερεῖδεν, ἔνθα αὐτῷ στρατὸσ ἦν ἄλλοσ πολὺσ καὶ ναυτικὸν ἀκραιφνέσ, ἐπὶ δὲ τὴν ἑώ φερόμενοσ ἐπὶ τὸν Παρθυαῖον ὡσ δι’ ἐκείνου πάντα ἀναληψόμενοσ τὸ ἐνθύμημα ἐπέκρυπτε, μέχρι περὶ τὴν Κιλικίαν μόλισ ἐξέφερε τοῖσ φίλοισ. οἱ δὲ αὐτὸν ἠξίουν φυλάσσεσθαι τὸν Παρθυαῖον, ἐπιβεβουλευμένον τε ἔναγχοσ ὑπὸ Κράσσου καὶ θυμούμενον ἔτι τῇ Κράσσου συμφορᾷ, μηδ’ ἐσ ἀκρατεῖσ βαρβάρουσ ἄγειν εὐπρεπῆ γυναῖκα Κορνηλίαν, Κράσσου μάλιστα γεγενημένην. δεύτερα δ’ αὐτοῦ προθέντοσ περί τε Αἰγύπτου καὶ Ιὄβα, Ιὄβα μὲν ὑπερεώρων ὡσ ἀδόξου, ἐσ δὲ τὴν Αἴγυπτον αὐτῷ συνεφρόνουν, ἐγγύσ τε οὖσαν καὶ μεγάλην ἀρχήν, ἔτι δὲ καὶ εὐδαίμονα καὶ δυνατὴν ναυσὶ καὶ σίτῳ καὶ χρήμασι· τούσ τε βασιλεύοντασ αὐτῆσ, εἰ καὶ παῖδέσ εἰσι, πατρικοὺσ εἶναι τῷ Πομπηίῳ φίλουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기