호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δὲ Καῖσαρ ἐν Κορφινίῳ Λεύκιον Δομίτιον τὸν ἐπιπεμφθέντα οἱ τῆσ ἀρχῆσ εἶναι διάδοχον καταλαβών, οὐ πάντασ ἀμφ’ αὑτὸν ἔχοντα τοὺσ τετρακισχιλίουσ, ἐπολιόρκει· καὶ οἱ τὸ Κορφίνιον οἰκοῦντεσ φεύγοντα τὸν Δομίτιον ἀμφὶ τὰσ πύλασ καταλαβόντεσ τῷ Καίσαρι προσήγαγον. ὁ δὲ τὴν μὲν στρατιὰν αὐτοῦ προστιθεμένην οἱ προθύμωσ ἐδέχετο ἐσ ἐρέθισμα τῶν ἄλλων, Δομίτιον δ’ αὐτὸν ἀπαθῆ μετὰ τῶν ἑαυτοῦ χρημάτων μεθῆκεν ὅποι βούλοιτο ἀπιέναι, ἐλπίσασ μὲν ἴσωσ διὰ τὴν εὐποιίαν παραμενεῖν, οὐ κωλύσασ δ’ ἐσ Πομπήιον ἰόντα. γιγνομένων δὲ τούτων οὕτωσ ὀξέωσ, ὁ Πομπήιοσ ἐσ Νουκερίαν ἐκ Καπύησ καὶ ἐκ Νουκερίασ ἐσ Βρεντέσιον ἠπείγετο, ὡσ τὸν Ιὄνιον διαβαλῶν ἐσ Ἤπειρον καὶ τοῦ πολέμου τὴν παρασκευὴν συστήσων ἐν αὐτῇ. ἔθνεσί τε πᾶσι καὶ βασιλεῦσι καὶ πόλεσι καὶ στρατηγοῖσ καὶ δυνάσταισ ἔγραφε κατὰ σπουδήν, ὅ τι δύναιτο ἕκαστοσ, ἐσ τὸν πόλεμον συμφέρειν. καὶ τάδε μὲν ἀθρόωσ ἐγίνετο, ὁ δ’ ἴδιοσ αὐτοῦ Πομπηίου στρατὸσ ἦν ἐν Ἰβηρίᾳ καὶ παρασκευῆσ εἶχεν ὡσ ὁρμήσων, ὅπῃ ποτ’ ἂν αἱ χρεῖαι καλῶσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기