호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω μὲν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ Σικελικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους, καὶ τοῖς πράγμασιν ἐλαττωθείς, τὸ δὲ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας:? καὶ νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο ταῖς ἐλπίσιν ἀπολλύναι, δι ἔρωτα τῶν ἀπόντων οὐδὲν εἷς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας. ὅθεν ἀπείκαζεν αὑτὸν ὁ Ἀντίγονος κυβευτῇ πολλὰ βάλλοντι καὶ καλά, χρῆσθαι δὲ οὐκ ἐπισταμένῳ τοῖς πεσοῦσι, κομίσας δὲ εἷς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δὴ οὐκ ἔχων ἐζήτει πόλεμον ᾧ θρέψει τὸ στράτευμα, καὶ τινων Γαλατῶν αὐτῷ προσγενομένων ἐνέβαλεν εἷς Μακεδονίαν Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ χρησόμενος, ἐπεὶ δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον ὡρ´μησεν ἐπὶ τὸν Ἀντίγονον καὶ περὶ τὰ Στενὰ προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν, οἱ δὲ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι Γαλάται, συχνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν εὐρώστως:
καὶ καρτερᾶς μάχης γενομένης τούτων μὲν οἱ πλεῖστοι κατεκόπησαν, οἱ δὲ τῶν ἐλεφάντων ἡγεμόνες ἐγκαταλαμβανόμενοι παρέδωκαν ἑαυτοὺς καὶ τὰ θηρία πάντα, προσλαβὼν δὲ ὁ Πυρρος τηλικαῦτα, καὶ τῇ τύχῃ μᾶλλον ἢ τοῖς λογισμοῖς χρώμενος, ἐπῆγε τῇ φάλαγγι τῶν Μακεδόνων ἀναπεπλησμένῃ ταραχῆς καὶ φόβου διὰ τὴν ἧτταν.
ὅθεν ἐμβολῆς μὲν ἔσχοντο καὶ μάχης πρὸς αὐτόν, τὴν δὲ δεξιὰν προτείνων καὶ στρατηγοὺς καὶ ταξιάρχους ἀνακαλούμενος, ἅπαντας ὁμαλῶς ἀπέστησε τοὺς πεζοὺς τὸν Ἀντιγόνου.
κἀκεῖνος μὲν ὑποφεύγων ἅμα τῶν ἱππέων ὀλίγοις τῶν παραλίων τινὰς πόλεων κατέσχεν, ὁ δὲ Πύρρος ἐν εὐτυχήμασι τοσούτοις μέγιστον αὐτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν λαφύρων ἀνέθηκεν εἷς τὸ ἱερὸν τῆς Ἰτωνίδος Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν, πάντα τὸν Ἀντιγόνου καθελὼν στρατὸν οὐ μέγα θαῦμα:
αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι. μετὰ τὴν μάχην δὲ εὐθὺς ἀνελάμβανε τὰς πόλεις, τῶν δὲ Αἰγαίων κρατήσας τά τε ἄλλα χαλεπῶς ἐχρήσατο τοῖς ἀνθρώποις, καὶ φρουρὰν Γαλατικὴν ἐν τῇ πόλει κατέλιπε τῶν μετ αὐτοῦ στρατευομένων, οἱ δὲ Γαλάται γένος ἀπληστότατον χρημάτων ὄντες ἐπέθεντο τῶν βασιλέων αὐτόθι κεκηδευμένων τοὺς τάφους ὀρύττειν, καὶ τὰ μὲν χρήματα διήρπασαν, τὰ δὲ ὀστᾶ πρὸς ὕβριν διέρριψαν.
τοῦτο κούφως ἔδοξε καὶ ὀλιγώρως ἐνεγκεῖν ὁ Πύρρος, ἢ δι ἀσχολίας τινὰς ὑπερθέμενος ἢ παρεὶς ὅλως διὰ φόβον τὸ κολάσαι τοὺς βαρβάρους:
ὅθεν ἤκουσε κακῶς ὑπὸ τῶν Μακεδόνων. οὔπω δὲ τῶν πραγμάτων αὐτῷ βεβαιότητα καὶ σύστασιν ἐχόντων μόνιμον, ᾐωρεῖτο τῇ γνώμῃ πάλιν πρὸς ἑτέρας ἐλπίδας, καὶ τὸν μὲν Ἀντίγονον ἐφυβρίζων ἀναίσχυντον ἐκάλει μὴ λαμβάνοντα θοἱμάτιον, ἀλλ ἔτι τὴν πορφύραν φοροῦντα. Κλεωνύμου δὲ τοῦ Σπαρτιάτου παραγενομένου καὶ καλοῦντος αὑτὸν ἐπὶ τὴν Λακεδαίμονα προθύμως ὑπήκουσεν. ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικὸς οὔτ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλ Ἄρευς ἐβασίλευε.
καὶ τοῦτο μὲν ἓν ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας: γυναῖκα δὲ καλὴν καὶ γένους βασιλικοῦ Χιλωνίδα τὴν Λεωτυχίδου πρεσβύτερος ὢν ἔγημεν ὁ Κλεώνυμος. οὕτω δὲ τῶν κατ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων ὑπ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντακισχιλίους πεζούς, δισχιλίους δ᾿ ἱππεῖς, ἐλέφαντας δὲ εἰκοσιτέσσαρας, ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους πρεσβεύσαντας εἷς Μεγάλην πόλιν.
ἔφη γάρ ἐλευθερώσων τὰς ὑπ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία τοὺς νεωτέρους παῖδας εἷς Σπάρτην, εἰ μή τι κωλύει, πέμψων ἐντραφησομένους τοῖς Λακωνικοῖς ἔθεσιν, ὡς τούτῳ πλέον ἔχοιεν ἤδη τῶν πάντων βασιλέων, ταῦτα πλαττόμενος καὶ παράγων τοὺς ἐντυγχάνοντας αὐτῷ καθ ὁδόν, ὡς πρῶτον ἥψατο τῆς Λακωνικῆς ἁρπαγὴν ἐποιεῖτο καὶ λεηλασίαν:
ἔφη:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기