호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς οὖν διαλύσαντες τὴν ἐκκλησίαν ἦγον εἷς τὸ δεσμωτήριον τοὺς ἄνδρας, οἱ μὲν ἄλλοι, περιπλεκομένων τῶν φίλων αὐτοῖς καὶ οἰκείων, ὀδυρόμενοι καὶ καταθρηνοῦντες ἐβάδιζον, τὸ δὲ Φωκίωνος πρόσωπον οἱο῀ν ὅτε στρατηγῶν ἀπ ἐκκλησίας προὐπέμπετο βλέποντες, ἐθαύμαζον τὴν ἀπάθειαν καὶ μεγαλοψυχίαν τοῦ ἀνδρός, οἱ δὲ ἐχθροὶ κακῶς ἔλεγον παρατρέχοντες εἷς δὲ καὶ προσέπτυσεν ἐξεναντίας προσελθών.? "οὐ παύσει τις ἀσχημονοῦντα τοῦτον·
"ὅτι μετὰ Φωκίωνος ἀποθνῄσκεις· ἔφη:
"λέγω μὴ μνησικακεῖν Ἀθηναίοις. "ὦ Νικόκλεις, ἐμοὶ τὸ αἴτημα καὶ λυπηρόν, ἐπεὶ δὲ οὐδὲ ἄλλο οὐδέποτέ σοι παρὰ τὸν βίον οὐδὲν ἠχαρίστησα, καὶ τοῦτο συγχωρῶ" πεπωκότων δὲ ἤδη πάντων τὸ φάρμακον ἐπέλιπε, καὶ ὁ δημόσιος οὐκ ἔφη τρίψειν ἕτερον, εἰ μὴ λάβοι δώδεκα δραχμάς, ὅσου τὴν ὁλκὴν ὠνεῖται. χρόνου δὲ γενομένου καὶ διατριβῆς ὁ Φωκίων καλέσας τινὰ τῶν φίλων, καὶ εἰπών εἰ μηδὲ ἀποθανεῖν Ἀθήνησι δωρεὰν ἔστιν, ἐκέλευσε τῷ ἀνθρώπῳ δοῦναι τὸ κερμάτιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기