- 텍스트

Plutarch, chapter 17

(플루타르코스, chapter 17)

Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη:? "σχέτλιε, τίπτ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον· "ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι τὴν πόλιν· "ἀλλ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες. "τὴν πόλιν οὗτοι παραγηόχασιν ὥστ ἔγωγε, κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω.

"τὸ μὲν γὰρ αὐτὸς ὑπὲρ ὑμῶν ἁπάντων ἀποθανεῖν εὐτυχίαν ἂν ἐμαυτοῦ θείμην. "ἄνδρες Ἀθηναῖοι, καὶ τοὺς ἐκ Θηβῶν δεῦρο πεφευγότας, ἀρκεῖ δὲ τὰς Θήβας κλαίειν τοῖς Ἕλλησι.

"διὸ βέλτιόν ἐστιν ὑπὲρ ἀμφοῖν πείθειν καὶ παραιτεῖσθαι τοὺς κρατοῦντας ἢ μάχεσθαι. τὸ μὲν οὖν πρῶτον ψήφισμα λέγεται τὸν Ἀλέξανδρον, ὡς ἔλαβε, ῥῖψαι καὶ φυγεῖν ἀποστραφέντα τοὺς πρέσβεις:

τὸ δὲ δεύτερον ἐδέξατο, κομισθὲν ὑπὸ Φωκίωνος, τῶν πρεσβυτέρων ἀκούων ὅτι καὶ Φίλιππος ἐθαύμαζε τὸν ἄνδρα τοῦτον καὶ οὐ μόνον τὴν ἔντευξιν ὑπέμεινεν αὑτοῦ καὶ τὴν δέησιν, ἀλλὰ καὶ συμβουλεύοντος ἤκουσε. συνεβούλευε δ ὁ Φωκίων, εἰ μὲν ἡσυχίας ὀρέγεται, θέσθαι τὸν πόλεμον: εἰ δὲ δόξης, μεταθέσθαι, πρὸς τοὺς βαρβάρους ἀπὸ τῶν Ἑλλήνων τραπόμενον. καὶ πολλὰ καὶ πρὸς τὴν Ἀλεξάνδρου φύσιν καὶ βούλησιν εὐστόχως εἰπών οὕτω μετέβαλε καὶ κατεπράϋνεν αὐτόν ὥστε εἰπεῖν ὅπως προσέξουσι τὸν νοῦν Ἀθηναῖοι τοῖς πράγμασιν, ὡς, εἴ τι γένοιτο περὶ αὐτόν, ἐκείνοις ἄρχειν προσῆκον, ἰδίᾳ δὲ τὸν Φωκίωνα ποιησάμενος αὑτοῦ φίλον καὶ ξένον, εἰς τοσαύτην ἔθετο ;

τιμὴν ὅσην εἶχον ὀλίγοι τῶν ἀεὶ συνόντων.

ὁ γοῦν Δοῦρις εἴρηκεν ὡς μέγας γενόμενος καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ χαίρειν πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι: τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον, μετὰ τοῦ χαίρειν προσηγόρευε. τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION