호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ὡς πολεμήσων πέμποιτο, μείζονος δεῖν δυνάμεως, εἰ δὲ ὡς πρὸς συμμάχους, ἀρκεῖν ναῦν μίαν καὶ πλεύσαντα τῇ αὐτοῦ τριήρει καὶ διαλεχθέντα ταῖς πόλεσι καὶ συγγενόμενον τοῖς ἄρχουσιν ἐπιεικῶς καὶ ἀφελῶς καταπλεῦσαι μετὰ πολλῶν νεῶν, ἃς ἀπέστειλαν οἱ σύμμαχοι τὰ χρήματα τοῖς Ἀθηναίοις κομιζούσας.? οὐ μόνον δὲ ζῶντα τὸν Χαβρίαν θεραπεύων διετέλει καὶ τιμῶν, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ τῶν προσηκόντων καλῶς ἐπεμελεῖτο, καὶ τὸν παῖδα Κτήσιππον ἐβούλετο μὲν ἄνδρα ποιεῖν ἀγαθόν, ἔμπληκτον δὲ ὁρῶν καὶ ἀνάγωγον ὅμως οὐκ ἀπεῖπεν ἐπανορθούμενος καὶ ἀποκρύπτων τὰ αἴσχη.
πλὴν ἅπαξ λέγεται, παρενοχλοῦντος ἐν στρατείᾳ τινὶ τοῦ νεανίσκου καὶ κόπτοντος αὐτὸν ἐρωτήμασιν ἀκαίροις καὶ συμβουλίαις οἱο῀ν ἐπανορθουμένου καὶ παραστρατηγοῦντος, εἰπεῖν: "ὦ Χαβρία, Χαβρία, μεγάλην γέ σοι χάριν ἐκτίνω τῆς φιλίας ὑπομένων σου τὸν υἱόν. ὁρῶν δὲ τοὺς τὰ κοινὰ πράσσοντας τότε διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα, καὶ τοὺς μὲν λέγοντας ἐν τῷ δήμῳ καὶ γράφοντας μόνον, ὧν Εὔβουλος ἦν καὶ Ἀριστοφῶν καὶ Δημοσθένης καὶ Λυκοῦργος καὶ Ὑπερείδης, Διοπείθην δὲ καὶ Μενεσθέα καὶ Λεωσθένην καὶ Χάρητα τῷ στρατηγεῖν καὶ πολεμεῖν αὔξοντας ἑαυτούς, ἐβούλετο τὴν Περικλέους καὶ Ἀριστείδου καὶ Σόλωνος πολιτείαν ὥσπερ ὁλόκληρον καὶ διηρμοσμένην ἐν ἀμφοῖν ἀναλαβεῖν καὶ ἀποδοῦναι.
καὶ γὰρ τῶν ἀνδρῶν ἐκείνων ἕκαστος ἐφαίνετο κατὰ τὸν Ἀρχίλοχον, ἀμφότερον, θεράπων μὲν Ἐνυαλίοιο θεοῖο, καὶ Μουσέων ἐρατᾶν δῶρον ἐπιστάμενος: καὶ τὴν θεὸν ἑώρα πολεμικήν τε ἅμα καὶ πολιτικὴν οὖσαν καὶ προσαγορευομένην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기