호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι δοκοῦσιν οἱ δῆμοι μᾶλλον εἰς τοὺς ἀγαθοὺς ἐξυβρίζειν ὅταν εὐτυχῶσιν, ὑπὸ πραγμάτων μεγάλων καὶ δυνάμεως ἐπαιρόμενοι:? ὁ ποιητὴς κέκληκεν, ὡς τῷ ἡδομένῳ τῆς ψυχῆς ὑπεῖκον καὶ μὴ μαχόμενον μη;
; δ ἀντιτυποῦν. καὶ γὰρ ὄμμα φλεγμαῖνον ἥδιστα τοῖς σκιεροῖς καὶ ἀλαμπέσιν ἐνδιατρίβει χρώμασι, τὰ δὲ αὐγὴν ἔχοντα καὶ φῶς ἀποστρέφεται, καὶ πόλις ἐν τύχαις ἀβουλήτοις γενομένη ψοφοδεὲς καὶ τρυφερόν ἐστι δι ἀσθένειαν ἀνέχεσθαι παρρησίας, ὅτε μάλιστα δεῖται, τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων, διὸ πάντῃ σφαλερὸν ἡ τοιαύτη πολιτεία:
συναπόλλυσι γὰρ τὸν πρὸς χάριν λέγοντα καὶ προαπόλλυσι τὸν μὴ χαριζόμενον. ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν μήτε ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον ὑγρὰν καὶ εὐκαμπῆ καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοσίοις ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον, ἡ δὲ ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτα ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος, ἐργώδης δὲ καὶ χαλεπὴ καὶ τὸ σεμνὸν ἔχουσα τῷ ἐπιεικεῖ δύσμικτον:
ἐὰν δὲ μιχθῇ, τοῦτό ἔστιν ἡ πάντων μὲν ῥυθμῶν, πασῶν δὲ ἁρμονιῶν ἐμμελεστάτη καὶ μουσικωτάτη κρᾶσις, ᾗ καὶ τὸν κόσμον ὁ θεὸς λέγεται διοικεῖν, οὐ βιαζόμενος, ἀλλὰ πειθοῖ καὶ λόγῳ παράγων τὴν ἀνάγκην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기