호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννωμένων οἱ δ ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης:? οἱ δ ἑπόμενοι ταῖς θηλείαις, καταρραίνουσι κατὰ μικρὸν τὸν θορόν:
ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλ ἀτελὲς μένει καὶ ἄναυξον. ἰδίᾳ δ αἱ φυκίδες ἐκ τῶν φυκίων οἱο῀ν νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γόνον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν γλυκυθυμίας πρὸς τὰ ἔκγονα καὶ χρηστότητος ἀπολέλοιπε τίκτουσι μὲν γὰρ ᾠόν εἶτα ζῷον οὐκ ἐκτὸς ἀλλ ἐντὸς ἐν ἑαυτοῖς καὶ τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλησίον:
εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ:
στόματος ἐπαναλαμβάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρι ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον ὅταν δὲ καταχώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποιοῦσαν οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην, τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν:
ὃ δὲ τούτου θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα 20 τεσσαρακοστήν, ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά, πρόσεισι καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기