- 텍스트

Plutarch, De sollertia animalium, chapter, section 26

(플루타르코스, De sollertia animalium, chapter, section 26)

παλαισμάτων τὰ πλεῖστα διακρουόμενα τὰς ἀπ ἀγκίστρου βολὰς ἐπὶ βίας ἐτράπησαν, καθάπερ οἱ Πέρσαι σαγηνεύοντες, ὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σοφίας διάφευξιν οὖσαν.? ἀμφιβλήστροις μὲν γὰρ καὶ ὑποχαῖς κεστρεῖς καὶ ἰουλίδες ἁλίσκονται, μόρμυροί τε καὶ σαργοὶ καὶ κωβιοὶ καὶ λάβρακες:

τὰ δὲ βολιστικὰ καλούμενα, τρίγλαν καὶ χρυσωπὸν καὶ σκορπίον, γρίποις τε καὶ σαγήναις σύρουσι περιλαμβάνοντες τῶν δικτύων οὖν τὸ γένος ὀρθῶς Ὅμηρος πανάγραν προσεῖπεν.

ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτει κοιλαίνων τοὔδαφος ὅταν δὲ ποιήσῃ ταῖς ἐπιδρομαῖς τοῦ δικτύου χώραν, ἐώσεν ἑαυτὸν καὶ προσέχεται, μέχρι ἂν παρέλθῃ.

δελφὶς δὲ περιληφθείς, ὅταν συναίσθηται γεγονὼς ἐν ἀγκάλαις σαγήνης, ὑπομένει μὴ ταραττόμενος ἀλλὰ χαίρων: εὐωχεῖται γὰρ ἄνευ πραγματείας ἀφθόνων ἰχθύων παρόντων ὅταν δὲ πλησίον τῇ γῇ προσίῃ, φαγὼν τὸ δίκτυον ἄπεισιν.

εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν:

αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρίσαντες ἐκ τοῦ διαρράμματος.

οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδικεῖν.

ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυλακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. ζοφερᾶς ὑγρότητος, ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται, μεθίησιν ἔξω, τεχνωμένη, τῆς θαλάττης διαθολωθείσης ποιήσασα περὶ αὑτὴν σκότος, ὑπεκδῦναι καὶ ἀποδρᾶναι τὴν τοῦ θηρεύοντος ὄψιν:

"κυανέῃ νεφέλῃ" πολλάκις οὓς·

ἂν σῶσαι θέλωσιν ὑφαιρουμένους καὶ διακλέπτοντας.

ἀλλὰ τούτων μὲν ἅλις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION