호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδὲν τῆς θαλάσσης εὐνοϊκὸν μηδὲ πρᾶον φερούσης.? ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς·
ἑαυτὸν ἐπέρριψε.
τὰ δ αὐτὰ καὶ τὸν Ἀστὸν δρᾶσαι λέγουσιν, ὃν Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλ ἕτερός τις ἰδιώτης ἔθρεψεν: ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν στειλάμενος ἀφῆκεν ἑαυτὸν καὶ συγκατέκαυσε.
Πώρου δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ κατατετρωμένου, πολλὰ τῶν ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς ἤδη διακείμενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαίμου γενομένου καὶ περιρρέοντος αἰσθόμενος καὶ φοβηθεὶς·
μὴ πέσῃ πράως ὑφῆκε, παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν ἄλυπον.
ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον: ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ κατεπάτει τοὺς μὴ πρόσω ἱέσθαι μηδ ἀποφεύγειν φθάσαντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기