호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα τοῦ λόγου γεγονὼς οὐ δοκῶ μοι παρήσειν δι ὁμοιότητα τὸ τῆς ἀλώπεκος.? τῆς λάρνακος ἀφιεμένην δήλωμα γενέσθαι χειμῶνος μὲν εἴσω πάλιν ἐνδυομένην, εὐδίας δ ἀποπτᾶσαν οἱ δὲ Θρᾷκες ἔτι νῦν, ὅταν παγέντα ποταμὸν διαβαίνειν ἐπιχειρῶσιν, ἀλώπεκα ποιοῦνται γνὡμθνα τῆς τοῦ πάγου στερρότητος:
ἡσυχῆ γὰρ ὑπάγουσα παραβάλλει τὸ οὖς κἂν μὲν αἴσθηται ψόφῳ τοῦ ῥεύματος ἐγγὺς ὑποφερομένου, τεκμαιρομένη μὴ γεγονέναι διὰ βάθους τὴν πῆξιν ἀλλὰ λεπτὴν καὶ ἀβέβαιον ἵσταται, κἂν ἐᾷ τις, ἐπανέρχεται τῷ δὲ μὴ ψοφεῖν θαρροῦσα διῆλθε.
"ἤτοι τήνδε τὸ θηρίον ὡρ´μηκεν ἢ τήνδε ἢ τήνδε:
"ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε τὴν λοιπὴν ἄρα: τῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος. οὐ μὴν δεῖταὶ γε τοιαύτης μαρτυρίας ὁ κύων:
ψευδὴς γάρ ἐστι καὶ κίβδηλος ἡ γὰρ αἴσθησις αὐτὴ τοῖς ἴχνεσι καὶ τοῖς ῥεύμασι τοῦ θηρίου τὴν φυγὴν ἐπιδείκνυσι, χαίρειν λέγουσα διεζευγμένοις ἀξιώμασι καὶ συμπεπλεγμένοις. δι ἄλλων δὲ πολλῶν ἔργων καὶ παθῶν καὶ καθηκόντων οὔτ ὀσφραντῶν οὔθ ὁρατῶν ἀλλὰ διανοίᾳ καὶ λόγῳ μόνον πρακτῶν καὶ θεατῶν ὄντων κατιδεῖν ἔστι τὴν κυνὸς φύσιν:
ὁ δὲ φρουρὸς κύων, ὄνομα Κάππαρος, ἐπεὶ μηδεὶς ὑλακτοῦντι τῶν ζακόρων ὑπήκουσεν αὐτῷ, φεύγοντα τὸν ἱερόσυλον ἐπεδίωκε:
καὶ πρῶτον μὲν βαλλόμενος λίθοις οὐκ ἀπέστη γενομένης δ ἡμέρας, ἐγγὺς οὐ προσιὼν ἀλλ ἀπ ὀφθαλμοῦ παραφυλάττων εἵπετο καὶ τροφὴν προβάλλοντος οὐκ ἐλάμβανεν ἀναπαυομένῳ δὲ παρενυκτέρευε καὶ βαδίζοντος πάλιν ἀναστὰς ἐπηκολούθει, τοὺς δ ἀπαντῶντας ὁδοιπόρους ἔσαινεν, ἐκείνῳ δ ἐφυλάκτει καὶ προσέκειτο.
ταῦτα δ οἱ διώκοντες πυνθανόμενοι παρὰ τῶν ἀπαντώντων ἅμα καὶ τὸ χρῶμα φραζόντων καὶ τὸ μέγεθος·
ἐχρήσαντο τῇ διώξει, καὶ καταλαβόντες τὸν ἄνθρωπον ἀνήγαγον ἀπὸ Κρομμυῶνος.
ὁ δὲ κύων ἀναστρέψας προηγεῖτο γαῦρος καὶ περιχαρής, οἱο῀ν ἑαυτοῦ ποιούμενος·
ἄγραν καὶ θήραμα τὸν ἱερόσυλον. ἐψηφίσαντο δὴ σῖτον αὐτῷ δημοσίᾳ μετρεῖσθαι καὶ παρεγγυᾶσθαι τοῖς ἱερεῦσιν εἰς ἀεὶ τὴν ἐπιμέλειαν, ἀπομιμησάμενοι τὸ πρὸς τὸν ἡμίονον φιλανθρώπευμα τῶν παλαιῶν Ἀθηναίων. τὸν γὰρ ἑκατόμπεδον νεὼν Περικλέους ἐν ἀκροπόλει κατασκευάζοντος, ὡς εἰκός, λίθοι προσήγοντο πολλοῖς ζεύγεσι καθ ἡμέραν:
τῶν οὖν συνειργασμένων μὲν προθύμως ἢδη δὲ διὰ γῆρας ἀφειμένων ὀρέων εἷς:
κατερχόμενος εἰς Κεραμεικόν, καὶ τοῖς ἀνάγουσι ζεύγεσι τοὺς λίθους ὑπαντῶν ἀεὶ συνανέστρεφε καὶ συμπαρετρόχαζεν, οἱο῀ν ἐγκελευόμενος καὶ παρορμῶν διὸ θαυμάσας αὐτοῦ τὴν φιλοτιμίαν ὁ δῆμος ἐκέλευσε δημοσίᾳ τρέφεσθαι, καθάπερ ἀθλητῇ σίτησιν ὑπὸ γήρως· ἀπειρηκότι ψηφισάμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기