호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἶμαι δὲ μὴ ἄκαιρος ὑμῖν φανεῖσθαι τοῖς μύρμηξιν ἐπεισάγων τοὺς ἐλέφαντας, ἵνα τοῦ νοῦ τὴν φύσιν ἔν τε τοῖς μικροτάτοις ἅμα καὶ μεγίστοις σώμασι κατανοήσωμεν, μήτε τούτοις ἐναφανιζομένην μήτ ἐκείνοις ἐνδέουσαν.? ἐν θεάτροις ἐπιδείκνυται σχημάτων εἴδη καὶ μεταβολάς, ὧν οὐδ ἀνθρωπίναις μελέταις τὸ ποικίλον καὶ περιττὸν ἐν μνήμῃ καὶ καθέξει γενέσθαι πάνυ ῥᾴδιόν ἐστιν:
ἐγὼ δὲ μᾶλλον ἐν τοῖς ἀφ αὑτοῦ καὶ ἀδιδάκτοις τοῦ θηρίου πάθεσι καὶ κινήμασιν, ὥσπερ ἀκράτοις καὶ ἀπαραχύτοις, ἐμφαινομένην ὁρῶ τὴν σύνεσιν.
παραβόλους καὶ κινήσεις δυσεξελίκτους ἀνακυκλεῖν, εἷς ὁ δυσμαθέστατος ἀκούων κακῶς ἑκάστοτε καὶ κολαζόμενος πολλάκις ὤφθη νυκτὸς αὐτὸς ἀφ ἑαυτοῦ πρὸς τὴν σελήνην ἀναταττόμενος·
τὰ μαθήματα καὶ μελετῶν.
ἐν δὲ Συρίᾳ πρότερον Ἅγνων ἱστορεῖ, τρεφομένου κατ οἰκίαν ἐλέφαντος, τὸν ἐπιστάτην λαμβάνοντα κριθῶν μέτρον ὑφαιρεῖν καὶ χρεωκοπεῖν μέρος ἣμισυ καθ ἡμέραν: ἐπεὶ δέ, τοῦ δεσπότου παρόντος ποτὲ καὶ θεωμένου, πᾶν τὸ μέτρον κατήρασεν, ἐμβλέψαντα καὶ διαγαγόντα τὴν προβοσκίδα τῶν κριθῶν ἀποδιαστῆσαι καὶ διαχωρίσαι τὸ μέρος, ὡς ἐνῆν λογιώτατα κατειπόντα τοῦ ἐπιστάτου τὴν ἀδικίαν:
ἄλλον δέ, ταῖς κριθαῖς λίθους καὶ γῆν εἰς τὸ μέτρον τοῦ ἐπιστάτου καταμιγνύοντος, ἑψομένων κρεῶν, δραξάμενον τῆς τέφρας ἐμβαλεῖν εἰς τὴν χύτραν.
παιδαρίων προπηλακισθεὶς ἐν Ῥώμῃ τοῖς γραφείοις τὴν προβοσκίδα κεντούντων ὃν συνέλαβε μετέωρον ἐξάρας ἐπίδοξος ἦν ἀποτυμπανίσειν κραυγῆς δὲ τῶν παρόντων γενομένης, ἀτρέμα πρὸς τὴν γῆν πάλιν ἀπηρείσατο καὶ παρῆλθεν, ἀρκοῦσαν ἡγούμενος δίκην τῷ τηλικούτῳ φοβηθῆναι.
οἱ δ, ἑστῶτες ἀποθεωροῦσιν ὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν περιουσίαν τῆς·
ἀσφαλείας οὖσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기