호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλωσ δ’ ἂν ἐδόκει μῦθοσ, ὥσπερ ἡμῖν ἐδόκει τὸ τῶν ἐν Λιβύῃ κοράκων, οἳ ποτοῦ δεόμενοι λίθουσ ἐμβάλλουσιν ἀναπληροῦντεσ καὶ ἀνάγοντεσ τὸ ὕδωρ, μέχρι ἂν ἐν ἐφικτῷ γένηται εἶτα μέντοι κύνα θεασάμενοσ ἐν πλοίῳ, τῶν ναυτῶν μὴ παρόντων, εἰσ ἔλαιον ἀμφορέωσ ἀποδεοῦσ ἐμβάλλοντα τῶν χαλίκων, ἐθαύμασα πῶσ νοεῖ καὶ συνίησι τὴν γιγνομένην ἔκθλιψιν ὑπὸ τῶν βαρυτέρων τοῖσ κουφοτέροισ ὑφισταμένων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기