- 텍스트

Plutarch, De sollertia animalium, chapter, section 3

(플루타르코스, De sollertia animalium, chapter, section 3)

αυτ Τίς δέ, ὦ φίλε Σώκλαρε, τοῦτ ἠξίωσεν, ὄντος ἐν τοῖς πράγμασι τοῦ λογικοῦ, μὴ εἶναι τὸ ἄλογον·? πολὺ γάρ ἐστι καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον ὡς ἄλογον καὶ ἀνόητον ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. μὴ κολοβὸν εἶναι τὴν φύσιν ἀλλὰ τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν λογικὸν τὸ δ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικὸν τὸ δ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθητικὸν τὸ δ ἀναίσθητον ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἱο῀ν ἰσορροπούσας.

μηδ εἶναι ζῷον μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν.

ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς, λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχον τι αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν:

ἀλλ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν ὄντων δ ἀλλοτρίων, οὐδ ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι τοῖς δὲ συμφέρεσθαι. καὶ λυπηρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν ἀλλ ὧν ἂν ἀφέλῃς παντάπασι προσδοκίαν μνήμην πρόθεσιν παρασκευὴν τὸ ἐλπίζειν τὸ δεδοικέναι τὸ ἐπιθυμεῖν τὸ ἀσχάλλειν, οὔτ ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων οὔτ ὤτων:

αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλγεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος.

καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστίν, ἀποδεικνύων ὡς οὐδ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας:

εἶτ αὖθις ἐπανῆλθε καὶ μεταθεῖ καὶ διώκει τῶν προϊεμένων ἕκαστον ἀναλεγόμενος:

ᾗ καὶ λέλεκται νοῦς ὁρῇ καὶ καὶ ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά:

ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης ὁ βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν.

ὅθεν ἀνάγκη πᾶσιν, οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν, εἰ τῷ νοεῖν αἰσθάνεσθαι πεφύκαμεν.

μηχανώμενον ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων·

"ἐννοίας:

"διανοήσεις. ὁμολογοῦντες·

εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλ ἐπὶ σωφρονισμῷ, λύπην δι ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδονῆς δὲ τῆ μὲν δι ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ δι ὀμμάτων γοητεία:

θηρία.

κηλοῦνται μὲν γὰρ ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. ὁ δ ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν ὄψει μεθ ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους εὖ διαφέρειν.

τὴν ἐνάργειαν, ὡς ἐγὼ πείθομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION