호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτόβουλος.? προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ χαίρειν σφαττομένοις καὶ ἀποθνήσκουσιν.
εἶθ ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀποθανὼν ἐπιτήδειος ἐλέχθη, καὶ δεύτερος ὁμοίως καὶ τρίτος:
ἐκ τούτου δὲ κατὰ μικρὸν ἢδη προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολιτῶν: οὕτως ὁ πρῶτος ἄρκτον ἀνελὼν ἢ λύκον εὐδοκίμησε 1 καὶ βοῦς τις ἢ σῦς αἰτίαν ἔσχε προκειμένων ἱερῶν γευσάμενος ἐπιτήδειος ἀποθανεῖν ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες ἐσθιόμενοι προβάτων καὶ κυνῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν: Σοφοκλέους, οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλ ἐφ ἡδονῇ καὶ ὄψῳ διασπῶντες καὶ κατακόπτοντες ὅσον ἐστὶ τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρρωσαν καὶ πρὸς οἶκτον ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δ ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν:
ὥσπερ αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο πρὸς τὸ φιλάνθρωπον καὶ φιλοίκτιρμον:
ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον. ἀλλ οὐκ οἶδ ὅπως ἐν λόγοις γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονότων οὔτε τῶν τάχα δὴ γενησομένων σήμερον ἀπηρτημένοις.
Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνωσιν ἐκείνων γὰρ ὁ μὲν τῆς γῆς, ὡς διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης, ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, ὁ δὲ τῆς θαλάττης.
ς Σ�κλ.
ἐμμένουσιν, ὦ Αὐτόβουλε, καὶ ὅσον οὔπω πάρεισι συντασσομένους γὰρ αὐτοὺς ἑώθεν ἑώρων. ἀλλ εἰ βούλει, πρὸ τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα λεχθῆναι καιρὸν οὐκ ἔσχεν ἢ σὺν οἴνῳ καὶ παρὰ πότον οὐ μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν.
τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον οὕτως ὑπάρχοντι τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기