- 텍스트

Plutarch, De Stoicorum repugnantiis, section 46

(플루타르코스, De Stoicorum repugnantiis, section 46)

εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν·? εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἱάν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται.

καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον:

πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι.

ᾧ γὰρ ἐν θαλάσσῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἅμ οἱό῀ν τε τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν·

τί δέ· εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION