- 텍스트

Plutarch, De Stoicorum repugnantiis, section 19

(플루타르코스, De Stoicorum repugnantiis, section 19)

τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος:? καὶ ἀναγκαῖόν ἐστιν, εἰ τὰ μὲν ἐσχάτως ποιεῖ κακοδαίμονας εὐθὺς οἷς ἂν παρῇ, τὰ δ ἐπ ἄκρον εὐδαίμονας. "ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν:

"οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς εἴδεσιν, οἱο῀ν λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι, καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν. τούτων τὴν μὲν ἄλλην ἀτοπίαν ἀφῶμεν, ὅτι δὲ μάχεται τοῖς περὶ τὸν διαλεληθότα σοφόν, τίς οὐκ ἂν ὁμολογήσειεν·

αἰσθητοῦ γὰρ ὄντος τἀγαθοῦ καὶ μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, τὸν ἐκ φαύλου γιγνόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο καὶ τῆς ἀρετῆς μὴ αἰσθάνεσθαι παρούσης ἀλλ οἰέσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον· τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρὰ τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον, εἰ ταῦτά τις ἀντ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION