- 텍스트

Plutarch, De Stoicorum repugnantiis, section 18

(플루타르코스, De Stoicorum repugnantiis, section 18)

"τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν ἐστιν:? "τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.

ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι λυσιτελὲς τοῖς ἄφροσιν ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως ζῆν, ἀφίημι. τῶν δ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτ ἀγαθῶν, τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακοδαιμονεῖν καὶ τοῦ κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται τὸ μὴ κακοδαιμονεῖν:

πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δ οὐδέν:

ἡ δὲ κακία λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος:

οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαιμονεῖν ὄντας. πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον·

κακοδαιμονεῖν.

ἀλλ οὐδ ὅλως, φασίν, οἰέται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις κατὰ φύσιν: διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίγνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν.

εἶτα τί τούτου μεῖζὸν ἐστιν ὑπεναντίωμα πρὸς αἱρ`εσιν καὶ φυγήν, εἰ τοῖς ἐπ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδιαφόρων ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει· τῶν ἀδιαφόρων οὐδὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν.

γίγνεσθαι λογισμούς, ἑτέρων στοχαζομένους ἃ μήτε φεύγουσι μήθ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION