호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ Πλάτωνος·? εἰπόντος τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς· "λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν: "ἀδικεῖσθαί φησιν ὑφ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γιγνόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρ ἀξίαν ἑαυτόν.
ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον: "οὐ γὰρ κατ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων δὲ τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, καθ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως:
ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν:
"παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ τὸ ἀδικεῖν ἐστι παρανόμημα: "ὁ τοίνυν παραίτιος γενόμενος ἑαυτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν: "ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον: πάλιν "τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρ ἑαυτὸν ἁμαρτάνει: "πᾶς ἄρ ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν:
"ὁ βλαπτόμενος ὑφ ἑτέρου ἑαυτὸν βλάπτει καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει·
"τοῦτο δ ἦν τὸ ἀδικεῖν: "ὁ ἄρ ἀδικούμενος καὶ ὑφ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기