호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλαχοῦ μὲν οὖν τοιοῦτός ἐστιν:? ἐν δὲ ταῖς πρὸς,: ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον.
"ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστ ἐστὶ προτρεπτικός.
πρῶτον γὰρ παραδεικνύων ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προύτρεψεν ἢ τὸ φιλοσοφεῖν οὐ γὰρ ἔστι μὴ ζῶντα φιλοσοφεῖν οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς· "καὶ ῥᾳθύμως φρόνιμον γενέσθαι. "καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν:
"πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω δ οὐδ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι" καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι, τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους μάχην: ἐπαινῶν φαίνεται τὸ δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸ πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου:
καίτοι τί ταῦτα βούλεται δηλοῦν ἄλλο, πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέστερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις·
χρὴ κακίαν φεύγοντα, καὶ ἐς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ ἠλιβάτων.
τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλείφειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ κακῶς ζῆν καὶ ἀμαθῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ ἀποφυγεῖν τὴν κακίαν·
ἔψεγεν, εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기