호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
" τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, τὸ δ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηδέν:? οὐ γὰρ δύνανται κατορθοῦν καὶ τίς οὐκ οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν ἐστι μὴ ἁμαρτάνειν·
αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποιεῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δ ὧν ἀπέχεσθαι μὴ δύνανται:
ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύναται μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν ἄλλο δ ἀπαγορεύειν ἄλλο δὲ προστάσσειν:
ἀπαγορεύει δὲ κλέπτειν, προστάσσει δὲ μὴ κλέπτειν:
οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἴ γε μὴ προστάξει τι.
καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάσσειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως: καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως: διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν ὡς προσετάχθη γὰρ ὀρθῶς, οἱ δ ὀρθῶς οὐκ ἐποίησαν.
οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάσσων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάσσων οὐ μέσον:
εἰ δὲ μέσα προστάσσουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτ εἶναι·
καὶ μὴν ἡ ὁρμή, κατὰ γ αὐτόν, τἀνθρώπου λόγος ἐστὶ προστακτικὸς αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικός, καὶ ἡ ἔκκλισις εὔλογος ἔκκλισις: καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ:
τὸ γὰρ εὐλαβεῖσθαι σοφῶν ἴδιον οὐ φαύλων ἐστίν. εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν: σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기