- 텍스트

Plutarch, De Stoicorum repugnantiis, section 10

(플루타르코스, De Stoicorum repugnantiis, section 10)

παραινεῖ μετ εὐλαβείας ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνηγορίας·? "τοῦτο ποιεῖν καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται:

"τοῖς δ ἐπιστήμην ἐνεργαζομένοις καθ ἣν ὁμολογουμένως βιωσόμεθα, τἀναντία στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπ ἀρχῆς μέχρι τέλους: "ἐφ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ἐναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις: ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν.

ἐστι τοὺς φιλοσόφους τὸν ἐναντίον λόγον οἰόμενος δεῖν τιθέναι, μὴ μετὰ συνηγορίας ἀλλ ὁμοίως τοῖς δικολόγοις κακοῦντας, ὥσπερ οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ περὶ νίκης ἀγωνιζομένους, εἴρηται πρὸς αὐτὸν δι ἑτέρων.

ὅτι δ αὐτὸς οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐρρωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον αὐτῷ, αὐτοὶ δήπου λέγουσι, τὴν δεινότητα θαυμάζοντες τἀνδρός:

καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος·

ὡς μεγάλας ἀφορμὰς καθ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις.

ἐπὶ δὲ τοῖς κατὰ Συνηθείας ἐκδοθεῖσιν οὕτω κομῶσι καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ συμφορηθέντας οὐκ ἀξίους·

εἶναι παραβαλεῖν οἷς Χρύσιππος ἔγραψεν εἰς διαβολὴν τῶν αἰσθήσεων. καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν:

ἐκεῖνο δ ἀληθές, ὅτι βουληθεὶς αὖθις συνειπεῖν τῇ Συνηθείᾳ καὶ ταῖς αἰσθήσεσιν ἐνδεέστερος γέγονεν ἑαυτοῦ καὶ τὸ σύνταγμα τοῦ συντάγματος μαλακώτερον. "οὐχ ὡς ἔτυχε δ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους οὐδὲ προσετέα τἀναντία πιθανὰ ἀλλ εὐλαβουμένους μὴ καὶ περισπασθέντες ὑπ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντὲς τ εὐαποσείστως:

"ἐπεὶ καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προϊένται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι καὶ ὑπ ἄλλων πλειόνων καὶ δυναμικωτέρων ἐρωτημάτων. ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νομίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας ἐν ἓξ βιβλίοις γεγραμμένων ἢ τοῦτο παρ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι.

εἶτα τούτους μέν, ὦ βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως:

αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς Συνηθείας, οἷς, εἴ τι ἀνεῦρες, προσέθηκας, ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόντων ἐπιταράξειν προσεδόκησας·

συνεπιπάσχων, μωρολογεῖν τε πολλάκις λέγει καὶ κενοκοπεῖν.

"ἔσται δὲ καὶ καταλαμβάνοντάς τι πρὸς τἀναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους ποτὲ δ οὐδέτερον καταλαμβάνοντας εἰς ἑκάτερον τὰ ὄντα λέγειν.

"πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὑρ´εσιν δεῖ χρῆσθαι αὐτῇ καὶ πρὸς τὴν τούτων συγγένειαν, εἰς τἀναντία δ οὔ, πολλῶν ποιούντων τοῦτο πολλοὺς·

λέγων ἴσως τοὺς ἐπέχοντας.

ἀλλ ἐκεῖνοι μὲν οὐδέτερον καταλαμβάνοντες εἰς ἑκάτερον ἐπιχειροῦσιν: ὡς εἴ τι καταληπτόν ἐστιν οὕτως ἂν μόνως ἢ μάλιστα κατάληψιν ἑαυτῆς τὴν ἀλήθειαν παρέχουσαν. σὺ δ ὁ κατηγορῶν ἐκείνων αὐτός τε τἀναντία γράφων οἷς καταλαμβάνεις περὶ τῆς Συνηθείας ἑτέρους τε τοῦτο ποιεῖν μετὰ συνηγορίας ἀποτρεπόμενος, ἐν ἀχρήστοις καὶ βλαβεροῖς ὁμολογεῖς τῇ τοῦ λόγου δυνάμει χρώμενος·

ὑπὸ φιλοτιμίας νεανιεύεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION